previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

37. οὖν Ἀντώνιος ἰδὼν ὅτι Δέκιμος οὐκ ἐνδωσείει, 1 ἐκείνῳ μὲν Λούκιον τὸν ἀδελφὸν παρακατέλιπεν, 2 αὐτὸς δὲ ἐπί τε τὸν Καίσαρα καὶ ἐπὶ τὸν Ἵρτιον ἐχώρησε. καὶ αὐτῶν ἀντιστρατοπεδευομένων ἐπὶ πολλὰς ἡμέρας ἱππομαχίαι [2] τινὲς βραχεῖαι καὶ ἰσοπαλεῖς ἐγίγνοντο, μέχρις οὗ οἱ Κελτοὶ ἱππῆς, οὓς μετὰ τῶν ἐλεφάντων Καῖσαρ προσεπεποίητο, πρός τε τὸν Ἀντώνιον αὖθις ἀπέκλιναν, κἀκ τοῦ στρατοπέδου μετὰ τῶν ἄλλων ἐξελθόντες προεξώρμησαν 3 μὲν ὡς καὶ καθ᾽ ἑαυτοὺς τοῖς ἀντιπροσελάσουσι προσμίξοντες, ὑπέστρεψαν δὲ δι᾽ ὀλίγου, καὶ παρὰ δόξαν μὴ προσδεχομένοις τοῖς ἐφεπομένοις σφίσι προσπεσόντες [3] συχνοὺς αὐτῶν ἀπέκτειναν. καὶ μετὰ ταῦτα προνομεύοντές τινες ἀπ᾽ ἀμφοτέρων ἐς [p. 74] χεῖρας ἦλθον, κἀκ τούτου καὶ τῶν λοιπῶν ἐπιβοηθησάντων ἑκατέροις μάχη τέ σφων ὀξεῖα ἐγένετο καὶ ἐκράτησεν Ἀντώνιος. τούτοις τε οὖν ἐπαιρόμενος, καὶ τὸν Οὐίβιον πλησιάζοντα αἰσθόμενος, προσέβαλε πρὸς τὸ ἔρυμα τῶν ἀντικαθεστηκότων, εἴ πως προεξελὼν αὐτὸ ῥᾷον τοῦ [4] λοιποῦ πολεμήσειεν. καὶ ἐπειδὴ τά τε ἄλλα πρός τε τὰς συμφορὰς καὶ πρὸς τὴν ἐλπίδα τὴν παρὰ τοῦ Οὐιβίου διὰ φυλακῆς ἐποιοῦντο καὶ οὐκ ἀντεπεξῆγον, κατέλιπε 4 καὶ ἐκεῖ μέρος τι τοῦ στρατοῦ, προσμιγνύναι τέ σφισι κελεύσας, ὅπως καὶ αὐτὸς ὅτι μάλιστα παρεῖναι δοκοίη, καὶ ἐπιφυλάττειν ἅμα μή τινες κατὰ νώτου οἱ προσπέσωσι. [5] διατάξας τε ταῦτα ἀπῆρε νυκτὸς λαθὼν ἐπὶ τὸν Οὐίβιον ἀπὸ Βονωνίας προσιόντα, καὶ αὐτόν τε ἐνεδρεύσας κατέτρωσε καὶ τοὺς πλείους 5 τῶν στρατιωτῶν ἀπέκτεινε, τούς τε λοιποὺς ἐς τὰ ταφρεύματα κατέκλεισεν. κἂν 6 ἐξεῖλεν αὐτούς, [6] εἰ καὶ ἐφ᾽ ὁποσονοῦν προσηδρεύκει σφίσι. νῦν δ᾽ ἐπειδὴ τῇ πρώτῃ προσβολῇ οὐδὲν ἐπέρανεν, ἐφοβήθη μὴ καὶ χρονίσῃ καί τι ἐν τούτῳ πρὸς τοῦ Καίσαρος καὶ πρὸς τῶν ἄλλων πλεονεκτηθῇ, [7] καὶ ἐπ᾽ ἐκείνους αὖθις ἐτράπετο. καὶ αὐτῷ Ἵρτιος ἔκ τε τῆς πορείας ἑκατέρας καὶ ἐκ τῆς μάχης πεπονηκότι, καὶ προσέτι καὶ ἐν ἀνελπίστῳ ὄντι μή ποτ᾽ ἂν πολέμιόν τινα νενικηκότι οἱ προσμῖξαι, ἀπαντήσας πολὺ ἐκράτησεν: ὡς γὰρ ἔγνωσαν τὸ γιγνόμενον, Καῖσαρ μὲν ἐπὶ τῇ τοῦ στρατοπέδου φυλακῇ κατέμεινεν, ἐκεῖνος δὲ ἐπὶ

1 e)ndwsei/ei Dind., e)ndw/sei e)n L.

2 parakate/lipen H. Steph., parakate/leipen L.

3 proecw/rmhsan H. Steph., prosecw/rmhsan L.

4 kate/lipe H. Steph., kate/leipe L.

5 plei/ous Zon., loipou\s L.

6 ka)\n Bk., kai\ a)\n L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: