previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

45. ἕως μὲν δὴ ἐν ὁδῷ ἔθ᾽ Καῖσαρ ἦν, ταῦτά τε οὕτως ἐγίγνετο, καὶ ὁμοθυμαδὸν αὐτῶν πάντες οἱ ἐν τῇ Ῥώμῃ τότε ὄντες ἀντελαμβάνοντο, ὥσπερ που φιλοῦσιν οἱ πολλοί, πρὶν ἔς τε τὴν ὄψιν καὶ ἐς τὴν πεῖραν τῶν δεινῶν ἀφικέσθαι, θρασύνεσθαι. [2] ἐπεὶ δὲ ἐν τῷ προαστείῳ ἐγένετο, ἐφοβήθησαν, καὶ πρῶτον μὲν τῶν βουλευτῶν τινες, ἔπειτα δὲ καὶ τοῦ δήμου συχνοὶ πρὸς αὐτὸν μετέστησαν. κἀκ τούτου καὶ οἱ στρατηγοὶ ἔκ τε τοῦ Ἰανικούλου κατέβησαν καὶ τούς τε στρατιώτας καὶ ἑαυτοὺς [3] αὐτῷ παρέδωκαν. τήν τε οὖν πόλιν οὕτως Καῖσαρ ἀμαχεὶ κατέσχε, καὶ ὕπατος καὶ πρὸς τοῦ δήμου ἀπεδείχθη, δύο τινῶν ἀντὶ ὑπάτων πρὸς τὰς ἀρχαιρεσίας αἱρεθέντων, ἐπειδὴ ἀδύνατον ἦν μεσοβασιλέα δι᾽ ὀλίγου οὕτως ἐπ᾽ αὐτὰς κατὰ τὰ πάτρια γενέσθαι, πολλῶν ἀνδρῶν τῶν τὰς εὐπάτριδας 1 [4] ἀρχὰς ἐχόντων ἀποδημούντων. τοῦτο γὰρ τὸ δύο ἄνδρας 2 διὰ τοῦ στρατηγοῦ τοῦ ἀστυνόμου ψηφισθῆναι μᾶλλον τὸ τοὺς ὑπάτους δἰ αὐτοῦ χειροτονηθῆναι ὑπέμειναν, ὅτι μηδὲν πλέον τῶν ἀρχαιρεσιῶν ποιήσειν ἔμελλον, καὶ κατὰ τοῦτο μηδ᾽ ἀρχήν τινα ἰσχυροτέραν αὐτοῦ 3 [5] ἐσχηκέναι δόξειν. καὶ ἐγίγνετο μέν που ταῦθ᾽ [p. 92] ὑπὸ τῶν ὅπλων: δὲ δὴ Καῖσαρ, ἵνα δὴ μὴ βεβιάσθαι τι αὐτοὺς δόξῃ, οὐκ ἀπήντησεν ἐς τὴν ἐκκλησίαν, ὥσπερ τινῶν τὴν παρουσίαν ἀλλ᾽ οὐ τὴν δύναμιν αὐτοῦ φοβουμένων.

1 eu)pa/tridas Dind., eu)patri/d s LM.

2 to\ du/o a)/ndras Bs. following Bk., tw=n du/o a)ndrw=n LM.

3 au)tou= Rubino, au)tw=n L

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: