This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αἰτιασάμενος γάρ με, ἃ καὶ λέγειν ἂν ὀκνήσειέ τις, εἰ μὴ τύχοι προσόμοιος ὢν τούτῳ, τὸν πατέρ᾽ ὡς ἀπέκτον᾽ ἐγὼ τὸν ἐμαυτοῦ, καὶ κατασκευάσας ἀσεβείας γραφὴν οὐκ ἐπ᾽ ἐμέ, ἀλλ᾽ ἐπὶ τὸν θεῖόν μου, γράψας ἀσεβεῖν ἐμοὶ συνιόντ᾽ εἰς ταὐτὸν ὡς πεποιηκότι ταῦτα, εἰς ἀγῶνα κατέστησεν: ὃν εἰ συνέβη τόθ᾽ ἁλῶναι, τίς ἂν ἀθλιώτερ᾽ ἐμοῦ πεπονθὼς ἦν ὑπὸ τούτου; τίς γὰρ ἂν ἢ φίλος ἢ ξένος εἰς ταὐτό ποτ᾽ ἐλθεῖν ἠθέλησεν ἐμοί; τίς δ᾽ ἂν εἴασε πόλις που παρ᾽ ἑαυτῇ γενέσθαι τὸν τὸ τοιοῦτ᾽ ἀσέβημα δοκοῦντ᾽ εἰργάσθαι; οὐκ ἔστιν οὐδὲ μία.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.