previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[67] καὶ σχολὴν ἄγων Μιθριδάτης Βόσπορον ἐχειροῦτο, καὶ βασιλέα αὐτοῖς τῶν υἱέων ἕνα ἀπεδείκνυ Μαχάρην. ἐς δ᾽ Ἀχαιοὺς τοὺς ὑπὲρ Κόλχους ἐσβαλών, οἳ δοκοῦσιν εἶναι τῶν ἐκ Τροίας κατὰ τὴν ἐπάνοδον πλανηθέντων, δύο μέρη τοῦ στρατοῦ πολέμῳ τε καὶ κρύει καὶ ἐνέδραις ἀποβαλὼν ἐπανῆλθε, καὶ ἐς Ῥώμην ἔπεμπε τοὺς συγγραψομένους τὰ συγκείμενα. ἔπεμπε δὲ καὶ Ἀριοβαρζάνης, εἴθ᾽ ἑκὼν εἴτε πρὸς τινῶν ἐνοχλούμενος, οὐκ ἀπολαμβάνειν Καππαδοκίαν, ἀλλὰ τὸ πλέον αὐτῆς ἔτι Μιθριδάτην ἀφαιρεῖσθαι. Μιθριδάτης μὲν οὖν, Σύλλα κελεύοντος αὐτῷ μεθεῖναι Καππαδοκίαν, μεθῆκε, καὶ ἑτέραν πρεσβείαν ἐπέπεμπεν ἐπὶ τὰς τῶν συνθηκῶν συγγραφάς: ἤδη δὲ Σύλλα τεθνεῶτος, οὐκ ἐπαγόντων αὐτὴν ὡς ἐν ἀσχολίᾳ τῶν προβούλων ἐπὶ τὸ κοινόν, Τιγράνη τὸν γαμβρὸν Μιθριδάτης ἔπεισεν ἐς Καππαδοκίαν ἐμβαλεῖν ὥσπερ ἀφ᾽ ἑαυτοῦ. καὶ τὸ μὲν σόφισμα οὐκ ἔλαθε Ῥωμαίους, δ᾽ Ἀρμένιος Καππαδοκίαν σαγηνεύσας ἐς τριάκοντα μυριάδας ἀνθρώπων ἀνασπάστους ἐς Ἀρμένιαν ἐποίησε, καὶ συνῴκιζεν αὐτοὺς μεθ᾽ ἑτέρων ἔς τι χωρίον ἔνθα πρῶτον Ἀρμενίας τὸ διάδημα αὐτὸς περιεθήκατο, καὶ Τιγρανόκερτα ἀφ᾽ ἑαυτοῦ προσεῖπεν: δύναται δ᾽ εἶναι Τιγρανόπολις.

[68] καὶ τάδε μὲν ἦν ἐν Ἀσίᾳ: Σερτώριος δ᾽ Ἰβηρίας ἡγούμενος αὐτήν τε Ἰβηρίαν καὶ τὰ περίοικα πάντα ἐπὶ Ῥωμαίους ἀνίστη, καὶ βουλὴν ἐκ τῶν οἱ συνόντων, ἐς μιμημα τῆς συγκλήτου, κατέλεγεν. δύο δ᾽ αὐτοῦ τῶν στασιωτῶν, Λεύκιοι, Μάγιός τε καὶ Φάννιος, Μιθριδάτην ἔπειθον συμμαχῆσαι τῷ Σερτωρίῳ, πολλὰ περὶ τῆς Ἀσίας αὐτὸν καὶ τῶν ἐγγὺς ἐθνῶν ἐπελπίζοντες. μὲν δὴ πεισθεὶς ἐς τὸν Σερτώριον ἔπεμψεν: δὲ τοὺς πρέσβεις ἐς τὴν ἑαυτοῦ σύγκλητον παραγαγών τε, καὶ μεγαλοφρονησάμενος ὅτι τὸ κλέος αὐτοῦ καὶ ἐς τὸν Πόντον διίκετο καὶ Ῥωμαίους ἕξοι πολιορκεῖν ἀπό τε δύσεως καὶ ἐξ ἀνατολῆς, συνετίθετο τῷ Μιθριδάτῃ δώσειν Ἀσίαν τε καὶ Βιθυνίαν καὶ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ Γαλατίαν, στρατηγόν τε αὐτῷ Μᾶρκον Οὐάριον καὶ συμβούλους τοὺς Λευκίους, Μάγιόν τε καὶ Φάννιον, ἔπεμψεν. μεθ᾽ ὧν Μιθριδάτης ἐξέφαινε τὸν τρίτον καὶ τελευταῖόν οἱ γενόμενον ἐς Ῥωμαίους πόλεμον, ἐν πᾶσαν ἀπώλεσε τὴν ἀρχὴν Σερτωρίου μὲν ἀποθανόντος, ἐν Ἰβηρίᾳ, ἐπιπεμφθέντων δέ οἱ στρατηγῶν ἀπὸ Ῥώμης προτέρου Λευκόλλου τοῦδε τοῦ νεναυαρχηκότος Σύλλᾳ, ὑστέρου δὲ Πομπηίου, ἐφ᾽ ὅτου πάντα ὅσα ἦν Μιθριδάτου καὶ ὅσα αὐτοῖς γειτονεύοντα, μέχρι ἐπὶ ποταμὸν Εὐφράτην, προφάσει καὶ ὁρμῇ τοῦ Μιθριδατείου πολέμου ἐς Ῥωμαίους ἅπαντα περιηνέχθη.

[69] Μιθριδάτης μὲν οὖν, οἷα Ῥωμαίων πολλάκις ἐς πεῖραν ἐλθών, καὶ τόνδε μάλιστα τὸν πόλεμον ἡγούμενος, ἀπροφασίστως δὴ καὶ ὀξέως γενόμενον, ἄσπειστον ἕξειν, πᾶσαν ἐπενόει παρασκευὴν ὡς ἄρτι δὴ κριθησόμενος περὶ ἁπάντων. καὶ τὸ λοιπὸν τοῦ θέρους καὶ τὸν χειμῶνα ὅλον ὑλοτομῶν ἐπήγνυτο ναῦς καὶ ὅπλα, καὶ σίτου διακοσίας μεδίμνων μυριάδας ἐπὶ θαλάσσῃ διετίθει. σύμμαχοί τε αὐτῷ προσεγίγνοντο, χωρὶς τῆς προτέρας δυνάμεως, Χάλυβες Ἀρμένιοι Σκύθαι Ταῦροι Ἀχαιοὶ Ἡνίοχοι Λευκόσυροι, καὶ ὅσοι περὶ Θερμώδοντα ποταμὸν γῆν ἔχουσι τὴν Ἀμαζόνων λεγομένην. τοσαῦτα μὲν ἐπὶ τοῖς προτέροις αὐτῷ περὶ τὴν Ἀσίαν προσεγίγνετο, περάσαντι δ᾽ ἐς τὴν Εὐρώπην Σαυροματῶν οἵ τε βασίλειοι καὶ Ἰάζυγες καὶ Κόραλλοι, καὶ Θρᾳκῶν ὅσα γένη παρὰ τὸν Ἴστρον Ῥοδόπην τὸν Αἷμον οἰκοῦσι, καὶ ἐπὶ τοῖσδε Βαστέρναι, τὸ ἀλκιμώτατον αὐτῶν γένος. τοσάδε μὲν δὴ καὶ τῆς Εὐρώπης τότε προσελάμβανεν Μιθριδάτης. καὶ μυριάδες ἐκ πάντων ἐς τὸ μάχιμον αὐτῷ συνελέγοντο τεσσαρεσκαίδεκα μάλιστα πεζῶν, καὶ ἱππεῖς ἐπὶ μυρίοις ἑξακισχίλιοι. πολὺς δὲ καὶ ἄλλος ὅμιλος ὁδοποιῶν καὶ σκευοφόρων εἵπετο καὶ ἐμπόρων.

[70] ἀρχομένου δ᾽ ἦρος ἀπόπειραν τοῦ ναυτικοῦ ποιησάμενος, ἔθυε τῷ στρατίῳ Διὶ τὴν συνήθη θυσίαν, καὶ Ποσειδῶνι λευκῶν ἵππων ἅρμα καθεὶς ἐς τὸ πέλαγος ἐπὶ Παφλαγονίας ἠπείγετο, στρατηγούντων αὐτῷ Ταξίλου τε καὶ Ἑρμοκράτους. ὡς δ᾽ ἀφίκετο, ἐδημηγόρησε τῷ στρατῷ περί τε τῶν προγόνων μάλα σεμνολόγως καὶ περὶ αὑτοῦ μεγαληγόρως, ὅτι τὴν ἀρχὴν ἐκ βραχέος ἐπὶ πλεῖστον προαγαγὼν οὔποτε Ῥωμαίων ἡττηθείη παρών. εἶτα κατηγόρησεν αὐτῶν ἐς πλεονεξίαν καὶ ἀμετρίαν, ὑφ᾽ ἧς, ἔφη, καὶ τὴν Ἰταλίαν καὶ τὴν πατρίδα αὐτὴν δεδούλωνται. καὶ τὰς γενομένας οἱ τελευταίας συνθήκας ἐπέφερεν ὡς οὐκ ἐθέλουσιν ἀναγράψασθαι, καιροφυλακοῦντες αὖθις ἐπιθέσθαι. καὶ τοῦτο αἴτιον τοῦ πολέμου τιθέμενος, ἐπῆγε τὴν ἑαυτοῦ στρατιὰν ὅλην καὶ παρασκευήν, καὶ Ῥωμαίων ἀσχολίαν πολεμουμένων ὑπὸ Σερτωρίου κατὰ κράτος ἐν Ἰβηρίᾳ καὶ στασιαζόντων ἐς ἀλλήλους ἀνὰ τὴν Ἰταλίαν. ‘διὸ καὶ τῆς θαλάσσης,’ ἔφη, ‘καταφρονοῦσι λῃστευομένης πολὺν ἤδη χρόνον, καὶ σύμμαχος αὐτοῖς οὐδείς ἐστιν, οὐδ᾽ ὑπήκοος ἑκούσιος ἔτι. οὐχ ὁρᾶτε δ᾽ αὐτῶν,’ ἔφη, ‘καὶ τοὺς ἀρίστους,’ ἐπιδεικνὺς Οὐάριόν τε καὶ τοὺς Λευκίους, ‘πολευίους μὲν ὄντας τῇ πατρίδι, συμμάχους δ᾽ ἡμῖν;’

[71] ταῦτ᾽ εἰπὼν καὶ τὸν στρατὸν ἐρεθίσας ἐνέβαλεν ἐς Βιθυνίαν, Νικομήδους ἄρτι τεθνεῶτος ἄπαιδος καὶ τὴν ἀρχὴν Ῥωμαίοις ἀπολιπόντος. Κόττας δ᾽ ἡγούμενος αὐτῆς, ἀσθενὴς τὰ πολέμια πάμπαν, ἔφυγεν ἐς Χαλκηδόνα μεθ᾽ ἧς εἶχε δυνάμεως. καὶ Βιθυνία μὲν ἦν αὖθις ὑπὸ τῷ Μιθριδάτῃ, τῶν πανταχοῦ Ῥωμαίων ἐς Χαλκηδόνα πρὸς Κότταν συνθεόντων. ἐπιόντος δὲ καὶ τῇ Χαλκηδόνι τοῦ Μιθριδάτου, Κόττας μὲν ὑπ᾽ ἀπραξίας οὐ προῄει, Νοῦδος δὲ ναύαρχος αὐτοῦ, σὺν μέρει τινὶ στρατοῦ τὰ ὀχυρώτατα τοῦ πεδίου καταλαβὼν καὶ ἐξελαθείς, ἔφυγεν ἐπὶ τὰς πύλας τῆς Χαλκηδόνος διὰ θριγκίων πολλῶν πάνυ δυσχερῶς. ἀμφί τε τὰς πύλας ὠθισμὸς ἦν ἐσπηδώντων ὁμοῦ: ὅθεν οὐδὲν τοῖς διώκουσιν αὐτοὺς βέλος ἠτύχει. ὡς δὲ καὶ περὶ τῶν πυλῶν δείσαντες οἱ φύλακες τὰ κλεῖθρα καθῆκαν ἐς αὐτὰς ἀπὸ μηχανῆς, Νοῦδον μὲν καὶ τῶν ἄλλων ἡγεμόνων τινὰς καλῳδίοις ἀνιμήσαντο, οἱ δὲ λοιποὶ μεταξὺ τῶν τε φίλων καὶ τῶν πολεμίων ἀπώλλυντο, τὰς χεῖρας ἐς ἑκατέρους ὀρέγοντες. τε Μιθριδάτης τῇ φορᾷ τῆς εὐτυχίας χρώμενος ἐπῆγεν αὐτῆς ἡμέρας ἐπὶ τὸν λιμένα τὰς ναῦς, καὶ τὸ κλεῖθρον ἁλύσει χαλκῇ δεδεμένον ἀπορρήξας τέσσαρας μὲν ἐνέπρησε τῶν πολεμίων, τὰς δὲ λοιπὰς ἑξήκοντα ἀνεδήσατο, οὐδὲν οὔτε Νούδου κωλύοντος ἔτι οὔτε Κόττα, ἀλλ᾽ ἐς τὰ τείχη συγκεκλεισμένων. ἀπέθανον δὲ Ῥωμαίων μὲν ἐς τρισχιλίους, καὶ Λεύκιος Μάλλιος, ἀνὴρ ἀπὸ βουλῆς, Μιθριδάτου δὲ Βαστερνῶν τῶν πρώτων ἐσπεσόντων ἐς τὸν λιμένα εἴκοσιν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: