previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[79] ἱσταμένου δ᾽ ἦρος μὲν Λεύκολλος διὰ τῶν ὀρῶν ἐπὶ τὸν Μιθριδάτην ἐχώρει. προφυλακαὶ δ᾽ ἦσαν ἐκείνῳ κωλύειν τε Λεύκολλον, καὶ διαπυρσεύειν οἱ συνεχῶς, εἴ τι γίγνοιτο. καὶ ἦρχε τῆσδε τῆς φυλακῆς ἐκ Μιθριδάτου τις ἀνὴρ τοῦ βασιλείου γένους, ὄνομα Φοῖνιξ: ὅς, ἐπεὶ Λεύκολλος ἐπέλαζε, Μιθριδάτῃ μὲν διεπύρσευσεν, ἐς δὲ Λεύκολλον ηὐτομόλησε μετὰ τῆς δυνάμεως. καὶ Λεύκολλος ἀδεῶς ἤδη τὰ ὄρη διεξελθὼν ἐς Κάβειρα κατέβη. γενομένης δ᾽ αὐτῷ τε καὶ Μιθριδάτῃ τινὸς ἱππομαχίας, ἡττώμενος αὖθις ἐς τὸ ὄρος ἀνέθορεν. δὲ ἵππαρχος αὐτοῦ Πομπώνιος ἐς Μιθριδάτην τετρωμένος ἀνήχθη: καὶ πυθομένῳ βασιλεῖ τίνα χάριν οἱ περισωθεὶς δύναιτο ἀποδοῦναι, ‘εἰ μέν,’ ἔφη, ‘σὺ φίλος γένοιο Λευκόλλῳ, πάνυ πολλοῦ ἀξίαν: εἰ δ᾽ ἐχθρὸς εἴης, οὐδὲ βουλεύσομαι.’ ὧδε μὲν Πομπώνιος ἀπεκρίνατο: καὶ αὐτὸν τῶν βαρβάρων κτείνειν ἀξιούντων, βασιλεὺς εἶπεν οὐκ ἐξυβριεῖν ἐς ἀτυχοῦσαν ἀρετήν. ἐκτάσσων δὲ συνεχῶς, οὐ κατιόντος ἐς μάχην τοῦ Λευκόλλου, περιιὼν ἀνάβασιν ἐπ᾽ αὐτὸν ἐζήτει. καί τις ἀνὴρ ἐν τούτῳ Σκύθης, ὄνομα Ὀλκάβας, αὐτόμολος ὢν ἐς Λεύκολλον ἐκ πολλοῦ, καὶ παρὰ τήνδε τὴν ἱππομαχίαν πολλοὺς περισώσας, καὶ δι᾽ αὐτὸ παρὰ τοῦ Λευκόλλου τραπέζης τε καὶ γνώμης καὶ ἀπορρήτων ἀξιούμενος, ἧκεν ἐπὶ τὴν σκηνὴν αὐτοῦ περὶ μεσημβρίαν ἀναπαυομένου, καὶ ἐσελθεῖν ἐβιάζετο, βραχὺ καὶ σύνηθες ἐπὶ τοῦ ζωστῆρος ἐγχειρίδιον περικείμενος. κωλυόμενος δ᾽ ἠγανάκτει, καὶ χρείαν τινὰ ἐπείγειν ἔλεγεν ἐξαναστῆσαι τὸν στρατηγόν. τῶν δὲ θεραπευτήρων οὐδὲν εἰπόντων χρησιμώτερον εἶναι Λευκόλλῳ τῆς σωτηρίας, ἐπέβη τὸν ἵππον αὐτίκα καὶ ἐς τὸν Μιθριδάτην ἐξήλασεν, εἴτε ἐπιβουλεύων καὶ δόξας ὑποπτεύεσθαι, εἴτε σὺν ὀργῇ, περιυβρίσθαι νομίζων. ἕτερόν τε Σκύθην, ὄνομα Σοβάδακον, ἐνέφηνε τῷ Μιθριδάτῃ βουλεύειν ἐς Λεύκολλον αὐτομολίαν. Σοβάδακος μὲν δὴ συνελαμβάνετο,


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: