previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[59] Σύλλας δὲ Φιμβρίου δύο σταδίους ἀποσχὼν ἐκέλευε παραδοῦναί οἱ τὸν στρατόν, οὗ παρανόμως ἄρχοι. δ᾽ ἀντεπέσκωπτε μὲν ὡς οὐδ᾽ ἐκεῖνος ἐννόμως ἔτι ἄρχοι, περιταφρεύοντος δ᾽ αὐτὸν τοῦ Σύλλα, καὶ πολλῶν οὐκ ἀφανῶς ἀποδιδρασκόντων, ἐς ἐκκλησίαν τοὺς λοιποὺς Φιμβρίας συναγαγὼν παρεκάλει παραμένειν. οὐ φαμένων δὲ πολεμήσειν πολίταις, καταρρήξας τὸν χιτωνίσκον ἑκάστοις προσέπιπτεν. ὡς δὲ καὶ τοῦτ᾽ ἀπεστρέφοντο, καὶ πλείους ἐγίγνοντο αἱ αὐτομολίαι, τὰς σκηνὰς τῶν ἡγεμόνων περιῄει, καί τινας αὐτῶν χρήμασι διαφθείρας ἐς ἐκκλησίαν αὖθις συνεκάλει, καὶ συνόμνυσθαί οἱ προσέτασσεν. ἐκβοησάντων δὲ τῶν ἐνετῶν ὅτι δέοι καλεῖν ἐπὶ τὸν ὅρκον ἐξ ὀνόματος, μὲν ἐκήρυττε τοὺς εὖ τι παθόντας ὑφ᾽ ἑαυτοῦ, καὶ Νώνιον πρῶτον ἐκάλει, κοινωνόν οἱ πάντων γεγονότα. οὐκ ὀμνύντος δ᾽ οὐδ᾽ ἐκείνου, τὸ ξίφος ἐπισπάσας ἠπείλει κτενεῖν αὐτόν, μέχρι βοῆς ἐκ πάντων γενομένης καταπλαγεὶς καὶ τοῦδ᾽ ἐπαύσατο. θεράποντα δὲ χρήμασι καὶ ἐλπίσιν ἐλευθερίας ἀναπείσας ἔπεμψεν ὡς αὐτόμολον ἐπιχειρεῖν τῷ Σύλλα σώματι. δὲ τῷ ἔργῳ πλησιάζων καὶ ταρασσόμενος, καὶ ἐκ τοῦδε ὕποπτος γενόμενος, συνελήφθη τε καὶ ὡμολόγησεν. καὶ στρατὸς τοῦ Σύλλα, σὺν ὀργῇ καὶ καταφρονήσει περιστάντες τὸ τοῦ Φιμβρίου χαράκωμα, κατελοιδόρουν αὐτὸν καὶ Ἀθηνίωνα ἐκάλουν, ὃς δραπετῶν τῶν ἐν Σικελίᾳ ποτὲ ἀποστάντων ὀλιγήμερος ἐγεγένητο βασιλεύς.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: