previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[121] ὧδε μὲν δὴ καὶ Φαρνάκης ἐξέπεσε τῆς ἀρχῆς, καὶ αὐτοῦ τὴν βασιλείαν Γάιος μὲν Καῖσαρ ἔδωκε Μιθριδάτῃ τῷ Περγαμηνῷ συμμαχήσαντί οἱ προθύμως ἐν Αἰγύπτῳ: νῦν δ᾽ εἰσὶν οἰκεῖοι, Πόντου δὲ καὶ Βιθυνίας πέμπεταί τις ἀπὸ τῆς βουλῆς στρατηγὸς ἐτήσιος τὰ δ᾽ ἑτέροις ὑπὸ τοῦ Πομπηίου δεδομένα μὲν Γάιος, ἐπιμεμψάμενος τοῖς ἔχουσιν ὅτι Πομπηίῳ καθ᾽ αὑτοῦ συνεμάχουν, ὅμως ἐφύλαξε, πλὴν τῆς ἐν Κομάνοις ἱερωσύνης, ἣν ἐς Λυκομήδην μετήνεγκεν ἀπὸ Ἀρχελάου: πάντα δὲ οὐ πολὺ ὕστερον, καὶ τάδε καὶ ὅσα Γάιος Καῖσαρ Μᾶρκος Ἀντώνιος ἔχειν ἑτέροις ἐδεδώκεσαν, ἐς στρατηγίας Ῥωμαίων περιῆλθεν, ἀπὸ τοῦ Σεβαστοῦ Καίσαρος ἑλόντος Αἴγυπτον, ὀλίγης ἔτι Ῥωμαίων προφάσεως ἐς ἑκάστους δεομένων. ὅθεν αὐτοῖς τῆς ἡγεμονίας ἐπὶ τῷδε τῷ Μιθριδατείῳ πολέμῳ προελθούσης ἔς τε τὸν Πόντον τὸν Εὔξεινον καὶ ἐπὶ ψάμμον τὴν πρὸ Αἰγύπτου καὶ ἐς ποταμὸν Εὐφράτην ἀπὸ Ἰβήρων τῶν παρὰ στήλαις Ἡρακλείοις, εἰκότως τε νίκη μεγάλη καὶ στρατηγήσας Πομπήιος μέγας ἐκλήθη. ἔχουσι δ᾽ αὐτοῖς καὶ Λιβύην, ὅση μέχρι Κυρήνης Κ̔υρήνην γὰρ αὐτὴν Ἀπίων βασιλεὺς τοῦ Λαγιδῶν γένους νόθος ἐν διαθήκαις ἀπέλιπεν̓, Αἴγυπτος ἐς περίοδον τῆς ἐντὸς θαλάσσης ἔτι ἔλειπεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: