previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] Μιθριδάτης μὲν οὖν, ὡς ἐμφανῶς ἤδη πρὸς Ῥωμαίων ἀδικούμενος, ἔπεμπε σὺν πολλῇ χειρὶ τὸν υἱὸν Ἀριαράθην βασιλεύειν Καππαδοκίας. καὶ εὐθὺς ἦρχεν αὐτῆς Ἀριαράθης, Ἀριοβαρζάνην ἐκβαλών. Πελοπίδας δὲ ἐς τοὺς Ῥωμαίων στρατηγοὺς αὖθις ἐλθὼν ἔλεγεν ὧδε.

μὲν ἠδικημένος πρὸς ὑμῶν, Ῥωμαῖοι, βασιλεὺς Μιθριδάτης ἔφερε, Φρυγίαν τε καὶ Καππαδοκίαν ἀφῃρημένος ἔναγχος, ἠκούσατε: δὲ Νικομήδης αὐτὸν ἔβλαπτεν, ὁρῶντες ὑπερείδετε. φιλίαν τε καὶ συμμαχίαν ἡμῖν προφέρουσιν, ὥσπερ οὐκ ἐγκαλοῦσιν ἀλλ᾽ ἐγκαλουμένοις ἀπεκρίνασθε μὴ νομίζειν συμφέρειν τοῖς Ῥωμαίων πράγμασι βλάπτεσθαι Νικομήδη οἷάπερ αὐτὸν ἀδικούμενον. ὑμεῖς οὖν αἴτιοι τῷ κοινῷ Ῥωμαίων τοῦδε τοῦ περὶ Καππαδοκίαν γεγονότος: διὰ γὰρ ὑμᾶς, ὧδε μὲν ἡμᾶς ὑπερορῶντας ὧδε δὲ σοφίζοντας ἐν ταῖς ἀποκρίσεσιν, οὕτως ἔπραξεν Μιθριδάτης. καὶ πρεσβεύσεται καθ᾽ ὑμῶν ἐς τὴν ὑμετέραν βουλήν, ἐφ᾽ ἣν ὑμῖν ἀπολογησομένοις ἐπαγγέλλει παρεῖναι, φθάνειν δὲ μηδέν, μηδ᾽ ἐξάρχειν ἄνευ τοῦ κοινοῦ τῶν Ῥωμαίων τοσοῦδε πολέμου, ἐνθυμουμένους ὅτι Μιθριδάτης βασιλεύει μὲν τῆς πατρῴας ἀρχῆς, δισμυρίων ἐστὶ σταδίων τὸ μῆκος, προσκέκτηται δὲ πολλὰ περίχωρα, καὶ Κόλχους, ἔθνος ἀρειμανές, Ἑλλήνων τε τοὺς ἐπὶ τοῦ Πόντου κατῳκισμένους, καὶ βαρβάρων τοὺς ὄντας ὑπὲρ αὐτούς. φίλοις δ᾽ ἐς πᾶν τὸ κελευόμενον ἑτοίμοις χρῆται Σκύθαις τε καὶ Ταύροις καὶ Βαστέρναις καὶ Θρᾳξὶ καὶ Σαρμάταις καὶ πᾶσι τοῖς ἀμφὶ Τάναΐν τε καὶ Ἴστρον καὶ τὴν λίμνην ἔτι τὴν Μαιώτιδα. Τιγράνης δ᾽ Ἀρμένιος αὐτῷ κηδεστής ἐστι, καὶ Ἀρσάκης Παρθυαῖος φίλος. νεῶν τε πλῆθος ἔχει, τὸ μὲν ἕτοιμον τὸ δὲ γιγνόμενον ἔτι, καὶ παρασκευὴν ἐς πάντα ἀξιόλογον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: