previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[115] καὶ πόλεις ᾤκισεν ἐν μὲν Ἀρμενίᾳ τῇ βραχυτέρᾳ Νικόπολιν ἐπὶ τῇ νίκῃ, ἐν δὲ Πόντῳ Εὐπατορίαν, ἣν αὐτὸς μὲν εὐπάτωρ Μιθριδάτης ἔκτισε καὶ Εὐπατορίαν ὠνόμασεν ἀφ᾽ ἑαυτοῦ, ὑποδεξαμένην δὲ Ῥωμαίους καθῃρήκει, καὶ Πομπήιος ἐγείρας Μαγνόπολιν ἐκάλει. ἐν δὲ Καππαδοκίᾳ Μάζακα, ὑπὸ τοῦ πολέμου λελυμασμένην ἐς τέλος, ἤγειρεν αὖθις. καὶ ἑτέρας πολλαχοῦ κατενεχθείσας βεβλαμμένας διωρθοῦτο περί τε τὸν Πόντον καὶ Παλαιστίνην καὶ κοίλην Συρίαν καὶ Κιλικίαν, ἐν δὴ καὶ μάλιστα τοὺς λῃστὰς συνῴκιζε. καὶ πόλις πάλαι Σόλοι νῦν Πομπηιόπολις ἐστίν. ἐν δὲ Ταλαύροις, ἥν τινα πόλιν Μιθριδάτης εἶχε ταμιεῖον τῆς κατασκευῆς, δισχίλια μὲν ἐκπώματα λίθου τῆς ὀνυχίτιδος λεγομένης ηὑρέθη χρυσοκόλλητα, καὶ φιάλαι καὶ ψυκτῆρες πολλοὶ καὶ ῥυτὰ καὶ κλῖναι καὶ θρόνοι κατάκοσμοι, καὶ ἵππων χαλινοὶ καὶ προστερνίδια καὶ ἐπωμίδια, πάντα ὁμοίως διάλιθα καὶ κατάχρυσα, ὧν παράδοσις διὰ τὸ πλῆθος ἐς τριάκοντα ἡμέρας παρέτεινεν. καὶ ἦν τὰ μὲν ἐκ Δαρείου τοῦ Ὑστάσπου, τὰ δὲ ἐκ τῆς Πτολεμαίων ἀρχῆς, ὅσα Κλεοπάτρα Κῴοις παρέθετο καὶ Κῷοι Μιθριδάτῃ ἐδεδώκεσαν: τὰ δὲ καὶ ὑπ᾽ αὐτοῦ Μιθριδάτου κατεσκεύαστο καὶ συνείλεκτο, φιλοκάλου καὶ περὶ κατασκευὴν γενομένου.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), MAGNO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), TALAURA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: