previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[108] ὡς δ᾽ ἔληγε τὸ πάθος, καὶ στρατὸς αὐτῷ ἀγήγερτο ἤδη, ἐπίλεκτοι μὲν ἑξήκοντα σπεῖραι, ἀνὰ ἑξακοσίους ἄνδρας, πολὺς δὲ καὶ ἄλλος ὅμιλος καὶ νῆες, καὶ χωρία ὅσα οἱ στρατηγοὶ παρὰ τὴν νόσον ᾑρήκεσαν, ἐπέρα τοῦ στρατοῦ μέρος ἐς Φαναγόρειαν, ἕτερον ἐμπόριον ἐπὶ τοῦ στόματος, ὡς ἑκατέρωθεν ἕξων τὰς ἐσβολάς, ἔτι Πομπηίου περὶ Συρίαν ὄντος. Κάστωρ δὲ Φαναγορεὺς ᾐκισμένος ποτὲ ὑπὸ Τρύφωνος εὐνούχου βασιλικοῦ, τὸν Τρύφωνα ἐσιόντα κτείνει προσπεσών, καὶ τὸ πλῆθος ἐς ἐλευθερίαν συνεκάλει. οἱ δέ, καίπερ ἤδη τῆς ἀκροπόλεως ἐχομένης ὑπὸ Ἀρταφέρνους τε καὶ ἑτέρων υἱέων τοῦ Μιθριδάτου, ξύλα περιθέντες τὴν ἄκραν ἐνεπίμπρασαν, ἕως μὲν Ἀρταφέρνης καὶ Δαρεῖος καὶ Ξέρξης καὶ Ὀξάθρης καὶ Εὐπάτρα, παῖδες τοῦ Μιθριδάτου, δείσαντες ἐπὶ τῷ πυρὶ παρέδοσαν ἑαυτοὺς ἄγεσθαι. καὶ ἦν αὐτῶν Ἀρταφέρνης ἀμφὶ τεσσαράκοντα ἔτη μόνος, οἱ δὲ λοιποὶ παῖδες εὔμορφοι. Κλεοπάτρα δὲ ἀντεῖχεν, ἑτέρα παῖς τοῦ Μιθριδάτου: καὶ αὐτὴν πατὴρ ἀγάμενος τῆς εὐψυχίας, δίκροτα πολλὰ ἐπιπέμψας ἐξήρπασεν. ὅσα δὲ ἐγγὺς ἦν φρούρια, ἀρτίληπτα τῷ Μιθριδάτῃ γενόμενα, πρὸς τὴν θερμουργίαν τῶν Φαναγορέων ἀφίστατο τοῦ Μιθριδάτου, Χερρόνησός τε καὶ Θεοδοσία καὶ Νύμφαιον, καὶ ὅσα ἄλλα περὶ τὸν Πόντον ἐστὶν εὔκαιρα ἐς πόλεμον. δὲ τὰς ἀποστάσεις ὁρῶν πυκνάς, καὶ τὸν στρατὸν ἐν ὑποψίᾳ ἔχων μὴ οὐ βέβαιος διὰ τὴν ἀνάγκην τῆς στρατείας καὶ δι᾽ ἐσφορῶν βαρύτητα καὶ τὴν ἀεὶ τοῖς στρατοῖς ἐς ἡγεμόνας ἀτυχοῦντας ἀπιστίαν, ἔπεμπεν ἐς τοὺς Σκύθας δι᾽ εὐνουχων τοῖς δυνάσταις τὰς θυγατέρας ἐς γάμόυς, αἰτῶν στρατιὰν κατὰ τάχος ἤδη οἱ παρεῖναι. πεντακόσιοι δ᾽ αὐτὰς ἀπὸ τοῦ στρατοῦ παρέπεμπον ἄνδρες: οἳ Μιθριδάτου βραχὺ διασχόντες ἔκτεινάν τε τοὺς ἄγοντας εὐνούχους, ἀεὶ πρὸς εὐνούχους κρατοῦντας τοῦ Μιθριδάτου πεπολεμωμένοι, καὶ τὰς κόρας ἐς τὸν Πομπήιον ἀπήγαγον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: