previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[24] ἐν δὲ τούτῳ Ῥόδιοι τά τε τειχη σφῶν καὶ τοὺς λιμένας ἐκρατύναντο, καὶ μηχανὰς ἅπασιν ἐφίστανον: καί τινες αὐτοῖς Τελμισέων τε καὶ Λυκίων συνέμαχουν. ὅσοι τε ἐξ Ἀσίας Ἰταλοὶ διεπεφεύγεσαν, ἐς Ῥόδον ἅπαντες ἐχώρουν, καὶ σὺν αὐτοῖς Λεύκιος Κάσσιος τῆς Ἀσίας ἀνθύπατος. ἐπιπλέοντος δὲ τοῦ Μιθριδάτου τὰ προάστεια καθῄρουν, ἵνα μηδὲν εἴη χρήσιμα τοῖς πολεμίοις, καὶ ἐπὶ ναυμαχίαν ἀνήγοντο, ταῖς μὲν ἐκ μετώπου ταῖς δὲ πλαγίοις. δὲ βασιλεὺς ἐπὶ πεντήρους περιπλέων ἐκέλευε τοὺς ἰδίους ἐς τὸ πέλαγος ἀνάγειν ἐπὶ κέρως, καὶ τὴν εἰρεσίαν ἐπιταχύναντας περικυκλοῦσθαι τοὺς πολεμίους ὀλιγωτέρους ὄντας, μέχρι δείσαντες οἱ Ῥόδιοι περὶ τῇ κυκλώσει ὑπεχώρουν κατ᾽ ὀλίγον: εἶτ᾽ ἐπιστρέψαντες ἐς τὸν λιμένα κατέφυγον, καὶ κλείθροις αὐτὸν διαλαβόντες ἀπὸ τῶν τειχῶν τὸν Μιθριδάτην ἀπεμάχοντο. δὲ τῇ πόλει παραστρατοπεδεύων καὶ συνεχῶς τῶν λιμένων πειρώμενος καὶ ἀποτυγχάνων, ἀνέμενε τὸ πεζὸν ἐκ τῆς Ἀσίας οἱ παραγενέσθαι. κἀν τούτῳ βραχεῖαι καὶ συνεχεῖς ἐγίγνοντο ἁψιμαχίαι τῶν ἐφεδρευόντων τοῖς τείχεσιν, ἐν αἷς οἱ Ῥόδιοι πλεονεκτοῦντες ἀνεθάρσουν κατ᾽ ὀλίγον, καὶ τὰς ναῦς διὰ χειρὸς εἶχον ὡς, εἴ πῃ καιρὸν εὕροιεν, ἐπιθησόμενοι τοῖς πολεμίοις.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: