previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[83] Σινώπη δ᾽ ἀντεῖχεν ἔτι καρτερῶς, καὶ διεναυμάχησεν οὐ κακῶς. πολιορκούμενοι δὲ τὰς ναῦς τὰς βαρυτέρας σφῶν διέπρησαν, καὶ ἐς τὰς κουφοτέρας ἐμβάντες ἀπέδρασαν. Λεύκολλος δὲ τὴν πόλιν εὐθὺς ἐλευθέραν ἠφίει δι᾽ ἐνύπνιον, τοιόνδε ἦν. Αὐτόλυκόν φασιν, ἐπὶ τὰς Ἀμαζόνας Ἡρακλεῖ συστρατεύοντα, ὑπὸ χειμῶνος ἐς Σινώπην καταχθῆναι καὶ τῆς πόλεως κρατῆσαι: ἀνδριάς τε σεβάσμιος τοῖς Σινωπεῦσιν ἔχρα, ὃν οἱ μὲν Σινωπεῖς οὐ φθάσαντες ἐς φυγὴν ἐπαγαγέσθαι, ὀθόναις καὶ καλῳδίοις περιέδησαν: οὐδὲν δ᾽ Λεύκολλος εἰδὼς οὐδὲ προμαθὼν ἔδοξεν ὑπ᾽ αὐτοῦ κληθεὶς ὁρᾶν αὐτόν, καὶ τῆς ἐπιούσης τὸν ἀνδριάντα τινῶν περιβεβλημένον παραφερόντων ἐκλῦσαι κελεύσας, εἶδεν οἷον ἔδοξε νυκτὸς ἑωρακέναι. τὸ μὲν δὴ ἐνύπνιον τοιόνδε ἦν, Λεύκολλος δὲ καὶ Ἀμισὸν ἐπὶ τῇ Σινώπῃ συνῴκιζεν, ἐκφυγόντων μὲν ὁμοίως τῶν Ἀμισέων διὰ θαλάσσης, πυνθανόμενος δ᾽ ὑπ᾽ Ἀθηναίων αὐτοὺς θαλασσοκρατούντων συνῳκίσθαι, καὶ δημοκρατίᾳ χρησαμένους ἐπὶ πολὺ τοῖς Περσικοῖς βασιλεῦσιν ὑπακοῦσαι, ἀναγαγόντος δ᾽ αὐτοὺς ἐς τὴν δημοκρατίαν ἐκ προστάγματος Ἀλεξάνδρου πάλιν δουλεῦσαι τοῖς Ποντικοῖς. ἐφ᾽ οἷς ἄρα συμπαθὴς Λεύκολλος γενόμενός τε, καὶ φιλοτιμούμενός γε καὶ ὅδε ἐπὶ Ἀλεξάνδρῳ περὶ γένος Ἀττικόν, αὐτόνομον ἠφίει τὴν πόλιν καὶ τοὺς Ἀμισέας κατὰ τάχος συνεκάλει. ὧδε μὲν δὴ Σινώπην καὶ Ἀμισὸν Λεύκολλος ἐπόρθει τε καὶ συνῴκιζε, καὶ Μαχάρῃ τῷ παιδὶ τῷ Μιθριδάτου, Βοσπόρου τε βασιλεύοντι καὶ στέφανόν οἱ πέμψαντι ἀπὸ χρυσοῦ, φιλίαν συνέθετο, Μιθριδάτην δ᾽ ἐξῄτει παρὰ Τιγράνους. καὶ ἐς τὴν Ἀσίαν αὐτὸς ἐπανελθών, ὀφείλουσαν ἔτι τῶν Συλλείων ἐπιβολῶν, τέταρτα μὲν ἐπὶ τοῖς καρποῖς, τέλη δ᾽ ἐπὶ τοῖς θεράπουσι καὶ ταῖς οἰκίαις ὥριζεν. καὶ ἐπινίκια ἔθυεν ὡς δὴ τὸν πόλεμον κατωρθωκώς.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: