previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[107] καὶ μὲν ἀμφὶ ταῦτα ἦν, Μιθριδάτῃ δὲ περίοδος ἤνυστο τοῦ Πόντου: καὶ Παντικάπαιον, ἐμπόριον Εὐρωπαίων ἐπὶ τῆς ἐκβολῆς τοῦ Πόντου καταλαβὼν κτείνει τῶν υἱέων Ξιφάρην ἐπὶ τοῦ πόρου διὰ μητρὸς ἁμάρτημα τοιόνδε. φρούριον ἦν τι Μιθριδάτῃ, ἔνθα λανθάνοντες ὑπόγειοι θησαυροὶ πολλῶν σιδηροδέτων χαλκέων πολλὰ χρήματα ἔκρυπτον. Στρατονίκη δέ, μία τῶν Μιθριδάτου παλλακῶν γυναικῶν, τοῦδε τοῦ φρουρίου τὴν ἐπιστήμην καὶ φυλακὴν ἐπετέτραπτο, περιιόντος ἔτι τὸν Πόντον τοῦ Μιθριδάτου τὸ φρούριον ἐνεχείρισε τῷ Πομπηίῳ καὶ τοὺς θησαυροὺς ἀγνοουμένους ἐμήνυσεν, ἐπὶ συνθήκῃ μόνῃ τῇδε, ὅτι οἱ τὸν υἱὸν Ξιφάρην Πομπήιος, εἰ λάβοι, περισώσει. καὶ μὲν τοῖς χρήμασιν ἐπιτυχὼν ὑπέσχητο αὐτῇ τὸν Ξιφάρην καὶ ἐδεδώκει φέρεσθαι καὶ τὰ ἴδια: αἰσθόμενος δὲ τῶν γεγονότων Μιθριδάτης κτείνει τὸν Ξιφάρην ἐπὶ τοῦ πόρου, ἐφορώσης τῆς μητρὸς πέραθεν, καὶ ἐξέρριψεν ἄταφον. καὶ μὲν υἱοῦ κατεφρόνησεν ἐς ἀνίαν τῆς ἁμαρτούσης, καὶ πρέσβεις ἐς τὸν Πομπήιον, ἔτι περὶ Συρίαν ὄντα καὶ οὐκ αἰσθανόμενον αὐτοῦ παρόντος, ἔπεμπεν, οἳ τῆς πατρῴας ἀρχῆς αὐτὸν Ῥωμαίοις τελέσειν φόρους ὑπισχνοῦντο: Πομπηίου δ᾽ αὐτὸν ἐλθόντα δεῖσθαι τὸν Μιθριδάτην κελεύοντος, καθὰ καὶ Τιγράνης ἀφίκετο, τοῦτο μὲν οὐκ ἔφη ποτὲ ὑποστήσεσθαι, Μιθριδάτης γε ὤν, πέμψειν δὲ τῶν παίδων τινὰς καὶ φίλους. ἅμα δὲ ταῦτ᾽ ἔλεγε, καὶ στρατιὰν ἀθρόως κατέλεγεν ἐλευθέρων τε καὶ δούλων, ὅπλα τε πολλὰ καὶ βέλη καὶ μηχανὰς ἐπήγνυ, φειδόμενος οὔτε τινὸς ὕλας οὔτε βοῶν ἀροτήρων ἐς τὰ νεῦρα, ἐσφοράς τε πᾶσιν ἐς τὰ βραχύτατα τῆς περιουσίας ἐπέγραφεν. οἱ δὲ ὑπηρέται τούτου πολλοὺς ἐνύβριζον, οὐκ αἰσθανομένου τοῦ Μιθριδάτου: νόσον γάρ τινα ἑλκώδη τοῦ προσώπου νοσῶν ὑπὸ τριῶν εὐνούχων ἐθεραπεύετο καὶ ἑωρᾶτο.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: