previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[105] καὶ Πομπήιος αὐτῷ συνεγίγνωσκε τῶν γεγονότων καὶ συνήλασσε τῷ παιδί, καὶ διῄτησε τὸν μὲν υἱὸν ἄρχειν τῆς Σωφηνῆς καὶ Γορδυηνῆς, αἳ νῦν ἄρα εἰσὶν Ἀρμενία βραχυτέρα, τὸν δὲ πατέρα τῆς ἄλλης Ἀρμενίας ἐπὶ τῷδε τῷ παιδὶ κληρονόμῳ. τὴν δὲ ἐπίκτητον αὐτὸν ἀρχὴν ἐκέλευεν ἤδη μεθεῖναι. καὶ μεθίει Συρίαν τὴν ἀπ᾽ Εὐφράτου μέχρι τῆς θαλάσσης: εἶχε γὰρ δὴ καὶ τήνδε καὶ Κιλικίας τινὰ Τιγράνης, Ἀντίοχον ἐκβαλὼν τὸν εὐσεβῆ προσαγορευθέντα. Ἀρμενίων δ᾽ ὅσοι τὸν Τιγράνη πρὸς Πομπήιον ὁδεύοντα ἐγκατελελοίπεσαν, ἐν ὑποψίᾳ τοῦτ᾽ ἔχοντες, τὸν παῖδα αὐτοῦ παρὰ τῷ Πομπηίῳ ἔτι ὄντα πείθουσιν ἐπιθέσθαι τῷ πατρί. καὶ μὲν ἐλήφθη καὶ ἐδέθη, καὶ μεταξὺ Παρθυαίους ἐρεθίζων ἐπὶ τὸν Πομπήιον ἐθριαμβεύθη καὶ ἀνῃρέθη: δὲ Πομπήιος ἐκτετελέσθαι οἱ τὸν πάντα πόλεμον ἡγούμενος, ᾤκιζε πόλιν ἔνθα τὴν μάχην ἐνίκα Μιθριδάτην, ἀπὸ τοῦ ἔργου Νικόπολις κλῄζεται, καὶ ἔστιν Ἀρμενίας τῆς βραχυτέρας λεγομένης. Ἀριοβαρζάνῃ δ᾽ ἀπεδίδου βασιλεύειν Καππαδοκίας, καὶ προσεπέδωκε Σωφηνὴν καὶ Γορδυηνήν, τῷ παιδὶ ἐμεμέριστο τῷ Τιγράνους: καὶ στρατηγεῖται νῦν ἅμα τῇ Καππαδοκίᾳ καὶ τάδε. ἔδωκε δὲ καὶ τῆς Κιλικίας πόλιν Καστάβαλα καὶ ἄλλας. Ἀριοβαρζάνης μὲν οὖν τὴν βασιλείαν ὅλην τῷ παιδὶ περιὼν ἐνεχείρισε. καὶ πολλαὶ μεταβολαὶ μέχρι Καίσαρος ἐγένοντο τοῦ Σεβαστοῦ, ἐφ᾽ οὗ, καθάπερ τὰ λοιπά, καὶ ἥδε βασιλεία περιῆλθεν ἐς στρατηγίαν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: