previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[81] καὶ τὸ μὲν ἐνθύμημα μεγα ἦν, ἀποκλεῖσαι τροφῶν Λεύκολλον, ἐκ μόνης ἔχοντα Καππαδοκίας: οἱ δ᾽ ἱππεῖς οἱ βασιλέως τοῖς προδρόμοις τῶν σιτοφόρων ἐν στενῷ περιτυχόντες, καὶ οὐκ ἀναμείναντες ἐς εὐρυχωρίαν προελθεῖν, ἀχρεῖον ὡς ἐν στενῷ σφίσι τὴν ἵππον ἐποίησαν. ἐν καὶ Ῥωμαῖοι φθάσαντες ἐξ ὁδοιπορίας ἐς μάχην παρασκευάσασθαι, τοὺς μὲν ἔκτειναν τῶν βασιλικῶν, βοηθούσης οἷα πεζοῖς τῆς δυσχωρίας, τοὺς δὲ ἐς τὰς πέτρας κατήραξαν, τοὺς δὲ διέρριψαν ὑποφεύγοντας. ὀλίγοι δὲ νυκτὸς ἐς τὸ στρατόπεδον διαδραμόντες τε καὶ μόνοι περιγενέσθαι λέγοντες, μέγα ὂν σφίσι τὸ συμβὰν μειζόνως διεθρόησαν. Μιθριδάτης δ᾽ αὐτὸ πρὸ τοῦ Λευκόλλου πυθόμενός τε, καὶ Λεύκολλον ἐλπίσας ἐπὶ τοσῇδε ἱππέων ἀπωλείᾳ αὐτίκα οἱ προσπεσεῖσθαι, φυγὴν ὑπ᾽ ἐκπλήξεως ἐπενόει, καὶ τόδε τοῖς φίλοις εὐθὺς ἐξέφερεν ἐν τῇ σκηνῇ. οἱ δέ, πρίν τι γενέσθαι παράγγελμα, νυκτὸς ἔτι, σπουδῇ τὰ ἴδια ἕκαστος ἐξέπεμπεν ἐκ τοῦ στρατοπέδου: καὶ ὠθουμένων περὶ τὰς πύλας σκευοφόρων πολὺ πλῆθος ἦν. ὅπερ στρατιὰ θεωμένη καὶ τοὺς φέροντας ἐπιγιγνώσκουσα, καὶ τοπάζουσα πολλὰ ἀτοπώτερα, σὺν δέει, καὶ ἀγανακτήσει τοῦ μηδὲν αὑτοῖς ἐπηγγέλθαι, τὸν χάρακα σφῶν ἐπιδραμόντες ἔλυον, καὶ διέφευγον ὡς ἐκ πεδίου πάντοθεν ἀκόσμως, ὅπῃ δύναιτο ἕκαστος αὐτῶν, ἄνευ στρατηγοῦ καὶ ἐπιστάτου παραγγέλματος. ὧν Μιθριδάτης ὀξύτερόν τε καὶ σὺν ἀταξίᾳ γιγνομένων αἰσθόμενος, ἐξέδραμεν ἐκ τῆς σκηνῆς ἐς αὐτοὺς καὶ λέγειν τι ἐπεχείρει, οὐδενὸς δ᾽ ἐσακούοντος ἔτι, συνθλιβεὶς ὡς ἐν πλήθει κατέπεσε, καὶ ἐς τὸν ἵππον ἀναβληθεὶς ἐς τὰ ὄρη σὺν ὀλίγοις ἐφέρετο.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: