previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[270]

Ἂν δ᾽ ὑπονοήσῃ μεμοιχεῦσθαί τις αὐτῷ τὴν γυναῖκα, κομίζει κριθῆς ἀληλεσμένης ἀσσάρωνα, καὶ μίαν αὐτῆς δράκα ἐπιβαλόντες τῷ θεῷ τὸ λοιπὸν τοῖς ἱερεῦσι διδόασιν εἰς τροφήν. τὴν δὲ γυναῖκα στήσας τις τῶν ἱερέων κατὰ τὰς πύλας, αἱ δ᾽ εἰσὶ τετραμμέναι πρὸς τὸν νεών, καὶ τῆς κεφαλῆς τὸ ἱμάτιον ἀφελὼν ἐπιγράφει μὲν τοῦ θεοῦ τὴν προσηγορίαν διφθέρᾳ, [271] κελεύει δὲ ὀμνύειν μηδὲν ἠδικηκέναι τὸν ἄνδρα, παραβᾶσαν δὲ τὸ σῶφρον τοῦ δεξιοῦ σκέλους ἔξαρθρον γενέσθαι καὶ τὴν γαστέρα πρησθεῖσαν οὕτως ἀποθανεῖν: ἂν δ᾽ ὑπὸ πολλοῦ τοῦ ἔρωτος καὶ τῆς διὰ τοῦτον ζηλοτυπίας προπετῶς ἀνὴρ διὰ τὴν ὑπόνοιαν εἴη κεκινημένος, μηνὶ δεκάτῳ γενέσθαι παιδίον ἄρρεν αὐτῇ. [272] τῶν δ᾽ ὅρκων τελειωθέντων τῆς διφθέρας ἀπαλείψας τοὔνομα εἰς φιάλην ἐκπιέζει, προκομίσας τε ἐκ τοῦ ἱεροῦ γῆς εἴ τι προστύχοι καὶ καταπάσας ἐκπιεῖν δίδωσιν: δ᾽ εἰ μὲν ἀδίκως ἐνεκλήθη, ἐγκύμων τε γίνεται καὶ τελεσφορεῖται κατὰ τὴν γαστέρα: [273] ψευσαμένη δὲ τὸν ἄνδρα ἐπὶ τοῖς γάμοις καὶ τὸν θεὸν ἐπὶ τοῖς ὅρκοις μετ᾽ αἰσχύνης καταστρέφει τὸν βίον τοῦ τε σκέλους ἐκπεσόντος αὐτῇ καὶ τὴν κοιλίαν ὑδέρου καταλαβόντος. καὶ περὶ μὲν τῶν θυσιῶν καὶ τῆς ἁγνείας τῆς ἐπ᾽ αὐταῖς ταῦτα Μωυσῆς τοῖς ὁμοφύλοις προενόησε, νόμους δὲ αὐτοῖς τοιούτους ἔθετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: