previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[353]

Δείσαντες δὲ περὶ τῶν ὅλων Ἑβραῖοι πέμπουσιν ὡς τὴν γερουσίαν καὶ τὸν ἀρχιερέα τὴν κιβωτὸν τοῦ θεοῦ κελεύοντες κομίζειν, ἵνα παρούσης αὐτῆς παρατασσόμενοι κρατῶσι τῶν πολεμίων ἀγνοοῦντες, ὅτι μείζων ἐστὶν καταψηφισάμενος αὐτῶν τὴν συμφορὰν τῆς κιβωτοῦ, δι᾽ ὃν καὶ ταύτην συνέβαινεν εἶναι. [354] παρῆν τε οὖν κιβωτὸς καὶ οἱ τοῦ ἀρχιερέως υἱεῖς τοῦ πατρὸς αὐτοῖς ἐπιστείλαντος, εἰ ληφθείσης τῆς κιβωτοῦ ζῆν ἐθέλουσιν, εἰς ὄψιν αὐτῷ μὴ παραγίνεσθαι. Φινεέσης δὲ ἤδη καὶ ἱερᾶτο τοῦ πατρὸς αὐτῷ παρακεχωρηκότος διὰ τὸ γῆρας. [355] θάρσος οὖν ἐπιγίνεται πολὺ τοῖς Ἑβραίοις ὡς διὰ τὴν ἄφιξιν τῆς κιβωτοῦ περιεσομένοις τῶν πολεμίων, κατεπλήττοντο δὲ οἱ πολέμιοι δεδιότες τὴν παρουσίαν τῆς κιβωτοῦ τοῖς Ἰσραηλίταις. ταῖς μέντοι γε ἑκατέρων προσδοκίαις οὐχ ὅμοιον ἀπήντησε τὸ ἔργον, [356] ἀλλὰ συμβολῆς γενομένης ἣν μὲν ἤλπιζον νίκην Ἑβραῖοι τῶν Παλαιστίνων αὕτη γίνεται, ἣν δ᾽ ἐφοβοῦντο ἧτταν οὗτοι ταύτην Ἑβραῖοι παθόντες ἔγνωσαν αὐτοὺς μάτην ἐπὶ τῇ κιβωτῷ τεθαρσηκότας: ἐτράπησάν τε γὰρ εὐθὺς εἰς χεῖρας ἐλθόντες τῶν πολεμίων καὶ ἀπέβαλον εἰς τρισμυρίους, ἐν οἷς ἔπεσον καὶ οἱ τοῦ ἀρχιερέως υἱεῖς, τε κιβωτὸς ἤγετο πρὸς τῶν πολεμίων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: