previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ αἱρετώτερον τὸ καθ᾽ αὑτὸ τοῦ μὴ καθ᾽ αὑτό, οἷον ἰσχὺς ὑγιεινοῦ: τὸ μὲν γὰρ οὐχ αὑτοῦ ἕνεκα, τὸ δὲ αὑτοῦ, ὅπερ ἦν τὸ ἀγαθόν. [9] κἂν τὸ μὲν τέλος, τὸ δὲ μὴ τέλος: τὸ μὲν γὰρ ἄλλου ἕνεκα, τὸ δὲ αὑτοῦ, οἷον τὸ γυμνάζεσθαι τοῦ εὖ
ἔχειν τὸ σῶμα. [10] καὶ τὸ ἧττον προσδεόμενον θατέρου ἑτέρων: αὐταρκέστερον γάρ: ἧττον δὲ προσδεῖται τὸ ἐλαττόνων ῥᾳόνων προσδεόμενον. [11] καὶ ὅταν τόδε μὲν ἄνευ τοῦδε μὴ , μὴ δυνατὸν γενέσθαι, θάτερον δὲ ἄνευ τούτου, αὐταρκέστερον δὲ τὸ μὴ δεόμενον, ὥστε φαίνεται μεῖζον ἀγαθόν. [12]
κἂν ἀρχή, τὸ δὲ μὴ ἀρχή, κἂν αἴτιον, τὸ δ᾽ οὐκ αἴτιον, διὰ τὸ αὐτό: ἄνευ γὰρ αἰτίου καὶ ἀρχῆς ἀδύνατον εἶναι γενέσθαι. καὶ δυοῖν ἀρχαῖν τὸ ἀπὸ τῆς μείζονος ἀρχῆς μεῖζον, καὶ δυοῖν αἰτίοιν τὸ ἀπὸ τοῦ μείζονος αἰτίου μεῖζον. καὶ ἀνάπαλιν δὲ δυοῖν ἀρχαῖν τοῦ μείζονος ἀρχὴ
μείζων, καὶ δυοῖν αἰτίοιν τὸ τοῦ μείζονος αἴτιον μεῖζον. [13] δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι ἀμφοτέρως μεῖζον ἔστιν φαίνεσθαι: καὶ γὰρ εἰ ἀρχή, τὸ δὲ μὴ ἀρχή, δόξει μεῖζον εἶναι, καὶ εἰ μὴ ἀρχή, τὸ δὲ ἀρχή: τὸ γὰρ τέλος μεῖζον καὶ οὐχ ἀρχή, ὥσπερ Λεωδάμας κατηγορῶν ἔφη Καλλιστράτου τὸν βουλεύσαντα
τοῦ πράξαντος μᾶλλον ἀδικεῖν: οὐ γὰρ ἂν πραχθῆναι μὴ βουλεύσαντος: πάλιν δὲ καὶ Χαβρίου, τὸν πράξαντα τοῦ βουλεύσαντος: οὐ γὰρ ἂν γενέσθαι, εἰ μὴ ἦν πράξων: τούτου γὰρ ἕνεκα ἐπιβουλεύειν, ὅπως πράξωσιν. [14] καὶ τὸ σπανιώτερον τοῦ ἀφθόνου, οἷον χρυσὸς σιδήρου, ἀχρηστότερος
ὤν: μεῖζον γὰρ κτῆσις διὰ τὸ χαλεπωτέρα εἶναι. (ἄλλον δὲ τρόπον τὸ ἄφθονον τοῦ σπανίου, ὅτι χρῆσις ὑπερέχει: τὸ γὰρ πολλάκις τοῦ ὀλιγάκις ὑπερέχει, ὅθεν λέγεταιἄριστον μὲν ὕδωρ.)

Pind. O. 1.1 [15] καὶ ὅλως τὸ χαλεπώτερον τοῦ ῥᾴονος: σπανιώτερον γάρ. ἄλλον
δὲ τρόπον τὸ ῥᾷον τοῦ χαλεπωτέρου: ἔχει γὰρ ὡς βουλόμεθα. [16] καὶ τὸ ἐναντίον μεῖζον, καὶ οὗ στέρησις μείζων. καὶ ἀρετὴ μὴ κακίας καὶ κακία μὴ ἀρετῆς μείζων: τὰ μὲν γὰρ τέλη, τὰ δ᾽ οὐ τέλη. [17] καὶ ὧν τὰ ἔργα καλλίω αἰσχίω, μείζω αὐτά, καὶ ὧν αἱ κακίαι καὶ αἱ ἀρεταὶ μείζους, καὶ τὰ ἔργα
μείζω, ἐπείπερ ὡς τὰ αἴτια καὶ αἱ ἀρχαί, καὶ τὰ ἀποβαίνοντα, καὶ ὡς τὰ ἀποβαίνοντα, καὶ τὰ αἴτια καὶ αἱ ἀρχαί. [18] καὶ ὧν ὑπεροχὴ αἱρετωτέρα καλλίων, οἷον τὸ ἀκριβῶς ὁρᾶν αἱρετώτερον τοῦ ὀσφραίνεσθαικαὶ γὰρ ὄψις ὀσφρήσεως),

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: