previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[36] καὶ τὰ πρὸς ἀλήθειαν τῶν πρὸς δόξαν: ὅρος δὲ τοῦ πρὸς δόξαν, λανθάνειν μέλλων οὐκ ἂν ἕλοιτο: διὸ καὶ τὸ εὖ πάσχειν τοῦ εὖ ποιεῖν δόξειεν ἂν αἱρετώτερον εἶναι: τὸ μὲν γὰρ κἂν λανθάνῃ αἱρήσεται, ποιεῖν δ᾽ εὖ λανθάνων οὐ δοκεῖ ἂν ἑλέσθαι. [37]
καὶ ὅσα εἶναι μᾶλλον δοκεῖν βούλονται: πρὸς ἀλήθειαν γὰρ μᾶλλον: διὸ καὶ τὴν δικαιοσύνην φασὶ μικρὸν εἶναι, ὅτι δοκεῖν εἶναι αἱρετώτερον: τὸ δὲ ὑγιαίνειν οὔ. [38] καὶ τὸ πρὸς πολλὰ χρησιμώτερον, οἷον τὸ πρὸς τὸ ζῆν καὶ εὖ ζῆν καὶ τὴν ἡδονὴν καὶ τὸ πράττειν τὰ καλά:
διὸ πλοῦτος καὶ ὑγίεια μέγιστα δοκεῖ εἶναι: ἅπαντα γὰρ ἔχει ταῦτα. [39] καὶ τὸ ἀλυπότερον καὶ μεθ᾽ ἡδονῆς: πλείω γὰρ ἑνός, ὅτι ὑπάρχει καὶ ἡδονὴ ἀγαθὸν καὶ ἀλυπία. καὶ δυοῖν τῷ αὐτῷ προστιθέμενον μεῖζον τὸ ὅλον ποιεῖ. [40] καὶ μὴ λανθάνει παρόντα λανθάνει:
πρὸς ἀλήθειαν γὰρ τείνει ταῦτα: διὸ τὸ πλουτεῖν φανείη ἂν μεῖζον ἀγαθὸν τοῦ δοκεῖν. [41] καὶ τὸ ἀγαπητόν, καὶ τοῖς μὲν μόνον ὂν τοῖς δὲ μετ᾽ ἄλλων: διὸ καὶ οὐκ ἴση ζημία, ἄν τις τὸν ἑτερόφθαλμον τυφλώσῃ καὶ τὸν δύ᾽ ἔχοντα: ἀγαπητὸν γὰρ ἀφῄρηται. ἐκ τίνων μὲν οὖν δεῖ τὰς πίστεις
φέρειν ἐν τῷ προτρέπειν καὶ ἀποτρέπειν, σχεδὸν εἴρηται. 8.

μέγιστον δὲ καὶ κυριώτατον ἁπάντων πρὸς τὸ δύνασθαι πείθειν καὶ καλῶς συμβουλεύειν τὸ τὰς πολιτείας ἁπάσας λαβεῖν καὶ τὰ ἑκάστης ἤθη καὶ νόμιμα καὶ συμφέροντα διελεῖν. [2] πείθονται γὰρ ἅπαντες τῷ συμφέροντι,
συμφέρει δὲ τὸ σῶζον τὴν πολιτείαν. ἔτι δὲ κυρία μέν ἐστιν τοῦ κυρίου ἀπόφανσις, τὰ δὲ κύρια διῄρηται κατὰ τὰς πολιτείας: ὅσαι γὰρ αἱ πολιτεῖαι, τοσαῦτα καὶ τὰ κύριά ἐστιν. [3] εἰσὶν δὲ πολιτεῖαι τέτταρες, δημοκρατία, ὀλιγαρχία, ἀριστοκρατία, μοναρχία, ὥστε τὸ μὲν κύριον καὶ τὸ
κρῖνον τούτων τι ἂν εἴη μόριον ὅλον τούτων. [4]

ἔστιν δὲ δημοκρατία μὲν πολιτεία ἐν κλήρῳ διανέμονται τὰς ἀρχάς, ὀλιγαρχία δὲ ἐν οἱ ἀπὸ τιμημάτων, ἀριστοκρατία δὲ ἐν κατὰ τὴν παιδείαν: παιδείαν δὲ λέγω τὴν ὑπὸ τοῦ νόμου
κειμένην. οἱ γὰρ ἐμμεμενηκότες ἐν τοῖς νομίμοις ἐν τῇ ἀριστοκρατίᾳ ἄρχουσιν. ἀνάγκη δὲ τούτους φαίνεσθαι ἀρίστους, ὅθεν καὶ τοὔνομα εἴληφεν τοῦτο. μοναρχία δ᾽ ἐστὶν κατὰ τοὔνομα ἐν εἷς ἁπάντων κύριός ἐστιν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: