previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅταν τὸ ἕτερον εἰρηκὼς , ὥστε ἑνὸς προσερωτηθέντος συμβαίνει τὸ ἄτοπον, οἷον Περικλῆς Λάμπωνα ἐπήρετο περὶ τῆς τελετῆς τῶν τῆς σωτείρας ἱερῶν, εἰπόντος δὲ ὅτι οὐχ οἷόν τε ἀτέλεστον ἀκούειν, ἤρετο εἰ οἶδεν αὐτός, φάσκοντος
δὲκαὶ πῶς, ἀτέλεστος ὤν;” [2] δεύτερον δὲ ὅταν τὸ μὲν φανερὸν , τὸ δὲ ἐρωτήσαντι δῆλον ὅτι δώσει: πυθόμενον μὲν γὰρ δεῖ τὴν μίαν πρότασιν μὴ προσερωτᾶν τὸ φανερὸν ἀλλὰ τὸ συμπέρασμα εἰπεῖν, οἷον Σωκράτης, Μελήτου οὐ φάσκοντος αὐτὸν θεοὺς νομίζειν, εἰρηκότος δὲ ὡς δαιμόνιόν
τι λέγοι, ἤρετο εἰ οὐχ οἱ δαίμονες ἤτοι θεῶν παῖδες εἶεν θεῖόν τι, φήσαντος δὲἔστιν οὖν”, [3] ἔφη, “ὅστις θεῶν μὲν παῖδας οἴεται εἶναι, θεοὺς δὲ οὔ;” ἔτι ὅταν μέλλῃ ἐναντία λέγοντα δείξειν παράδοξον. [4] τέταρτον δὲ ὅταν μὴ ἐνῇ ἀλλ᾽ σοφιστικῶς ἀποκρινάμενον λῦσαι: ἐὰν γὰρ οὕτως ἀποκρίνηται,
ὅτι ἔστι μὲν ἔστι δ᾽ οὔ, τὰ μὲν τὰ δ᾽ οὔ, πῇ μὲν πῇ δ᾽ οὔ, θορυβοῦσιν ὡς ἀποροῦντος. ἄλλως δὲ μὴ ἐγχείρει. ἐὰν γὰρ ἐνστῇ, κεκρατῆσθαι δόξεις: οὐ γὰρ οἷόν τε πολλὰ ἐρωτᾶν, διὰ τὴν ἀσθένειαν τοῦ ἀκροατοῦ: διὸ καὶ τὰ ἐνθυμήματα ὅτι μάλιστα συστρέφειν δεῖ.
[5]

ἀποκρίνασθαι δὲ δεῖ πρὸς μὲν τὰ ἀμφίβολα διαιροῦντα λόγῳ καὶ μὴ συντόμως, πρὸς δὲ τὰ δοκοῦντα ἐναντία τὴν λύσιν φέροντα εὐθὺς τῇ ἀποκρίσει, πρὶν ἐπερωτῆσαι τὸ ἐπιὸν συλλογίσασθαι: οὐ γὰρ χαλεπὸν προορᾶν ἐν τίνι λόγος. φανερὸν δ᾽ ἡμῖν ἐστιν ἐκ τῶν Τοπικῶν καὶ τοῦτο
καὶ αἱ λύσεις. [6] καὶ συμπεραινομένου, ἐὰν ἐρώτημα ποιῇ τὸ συμπέρασμα, τὴν αἰτίαν εἰπεῖν, οἷον Σοφοκλῆς, ἐρωτώμενος ὑπὸ Πεισάνδρου εἰ ἔδοξεν αὐτῷ, ὥσπερ καὶ τοῖς ἄλλοις προβούλοις, καταστῆσαι τοὺς τετρακοσίους, ἔφητί δέ; οὐ πονηρά σοι ταῦτα ἐδόκει εἶναι;” ἔφη. “οὐκοῦν σὺ ταῦτα
ἔπραξας τὰ πονηρά;” “ναὶ”, ἔφη, “οὐ γὰρ ἦν ἄλλα βελτίω”. καὶ ὡς Λάκων εὐθυνόμενος τῆς ἐφορίας, ἐρωτώμενος εἰ δοκοῦσιν αὐτῷ δικαίως ἀπολωλέναι ἅτεροι, ἔφη. δὲοὐκοῦν σὺ τούτοις ταὐτὰ ἔθου;” καὶ ὃς ἔφη. “οὐκοῦν δικαίως ἄν”, ἔφη, “καὶ σὺ ἀπόλοιο;” “οὐ δῆτα”, ἔφη, “οἱ μὲν γὰρ χρήματα
λαβόντες ταῦτα ἔπραξαν, ἐγὼ δὲ οὔ, ἀλλὰ γνώμῃ.” διὸ οὔτε ἐπερωτᾶν δεῖ μετὰ τὸ συμπέρασμα,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: