previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλλὰ πρὸς ἄμφω, καὶ οὔτε πρὸς φειδὼ οὔτε πρὸς ἀσωτίαν ἀλλὰ πρὸς τὸ ἁρμόττον, [3] ὁμοίως δὲ καὶ πρὸς θυμὸν καὶ πρὸς ἐπιθυμίαν, καὶ σώφρονες μετ᾽ ἀνδρείας καὶ ἀνδρεῖοι μετὰ σωφροσύνης. ἐν γὰρ τοῖς νέοις καὶ τοῖς γέρουσι διῄρηται
ταῦτα: εἰσὶν γὰρ οἱ μὲν νέοι ἀνδρεῖοι καὶ ἀκόλαστοι, οἱ δὲ πρεσβύτεροι σώφρονες καὶ δειλοί. ὡς δὲ καθόλου εἰπεῖν, ὅσα μὲν διῄρηνται νεότης καὶ τὸ γῆρας τῶν ὠφελίμων, ταῦτα ἄμφω ἔχουσιν, ὅσα δὲ ὑπερβάλλουσιν ἐλλείπουσιν, τούτων τὸ μέτριον καὶ τὸ ἁρμόττον. [4] ἀκμάζει δὲ τὸ μὲν σῶμα
ἀπὸ τῶν τριάκοντα ἐτῶν μέχρι τῶν πέντε καὶ τριάκοντα, δὲ ψυχὴ περὶ τὰ ἑνὸς δεῖν πεντήκοντα.

περὶ μὲν οὖν νεότητος καὶ γήρως καὶ ἀκμῆς, ποίων ἠθῶν ἕκαστόν ἐστιν, εἰρήσθω τοσαῦτα. 15.

περὶ δὲ τῶν ἀπὸ τύχης γιγνομένων ἀγαθῶν, δι᾽ ὅσα αὐτῶν
καὶ τὰ ἤθη ποιὰ ἄττα συμβαίνει τοῖς ἀνθρώποις, λέγωμεν ἐφεξῆς. [2] εὐγενείας μὲν οὖν ἦθός ἐστι τὸ φιλοτιμότερον εἶναι τὸν κεκτημένον αὐτήν: ἅπαντες γάρ, ὅταν ὑπάρχῃ τι, πρὸς τοῦτο σωρεύειν εἰώθασιν, δ᾽ εὐγένεια ἐντιμότης προγόνων ἐστίν. καὶ καταφρονητικὸν καὶ τῶν ὁμοίων ἐστὶν τοῖς προγόνοις
αὑτῶν, διότι πόρρω ταὐτὰ μᾶλλον ἐγγὺς γιγνόμενα ἐντιμότερα καὶ εὐαλαζόνευτα. [3] ἔστι δὲ εὐγενὲς μὲν κατὰ τὴν τοῦ γένους ἀρετήν, γενναῖον δὲ κατὰ τὸ μὴ ἐξίστασθαι τῆς φύσεως: ὅπερ ὡς ἐπὶ τὸ πολὺ οὐ συμβαίνει τοῖς εὐγενέσιν, ἀλλ᾽ εἰσὶν οἱ πολλοὶ εὐτελεῖς: φορὰ γὰρ τίς ἐστιν ἐν τοῖς
γένεσιν ἀνδρῶν ὥσπερ ἐν τοῖς κατὰ τὰς χώρας γιγνομένοις, καὶ ἐνίοτε ἂν ἀγαθὸν τὸ γένος, ἐγγίνονται διά τινος χρόνου ἄνδρες περιττοί, κἄπειτα πάλιν ἀναδίδωσιν. ἐξίσταται δὲ τὰ μὲν εὐφυᾶ γένη εἰς μανικώτερα ἤθη, οἷον οἱ ἀπ᾽ Ἀλκιβιάδου καὶ οἱ ἀπὸ Διονυσίου τοῦ προτέρου, τὰ δὲ στάσιμα εἰς
ἀβελτερίαν καὶ νωθρότητα, οἷον οἱ ἀπὸ Κίμωνος καὶ Περικλέους καὶ Σωκράτους. 16.

τῷ δὲ πλούτῳ ἕπεται ἤθη, ἐπιπολῆς ἔστιν ἰδεῖν ἅπασιν: ὑβρισταὶ γὰρ καὶ ὑπερήφανοι, πάσχοντές τι ὑπὸ τῆς κτήσεως τοῦ πλούτουὥσπερ γὰρ ἔχοντες ἅπαντα τἀγαθὰ οὕτω διάκεινται:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: