[21]
καὶ οὗ μὴ ἔστιν ὑπερβολή, τοῦτο ἀγαθόν, ὃ δ᾽ ἂν ᾖ μεῖζον ἢ δεῖ, κακόν.
[22]
καὶ οὗ ἕνεκα πολλὰ πεπόνηται ἢ δεδαπάνηται: φαινόμενον γὰρ ἀγαθὸν ἤδη, καὶ ὡς τέλος τὸ τοιοῦτον ὑπολαμβάνεται,
καὶ τέλος πολλῶν, τὸ δὲ τέλος ἀγαθόν. ὅθεν ταῦτ᾽ εἴρηται “κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ
” Hom. Il. 2.160 καὶ “αἰσχρόν τοι δηρόν τε μένειν.
” Hom. Il. 2.298 καὶ ἡ παροιμία δὲ τὸ ἐπὶ θύραις τὴν ὑδρίαν.
[23]
καὶ οὗ οἱ πολλοὶ ἐφίενται, καὶ τὸ περιμάχητον φαινόμενον: οὗ γὰρ πάντες ἐφίενται, τοῦτο ἀγαθὸν ἦν, οἱ δὲ πολλοὶ ὥσπερ πάντες φαίνονται.
[24]
καὶ τὸ ἐπαινετόν: οὐδεὶς γὰρ τὸ μὴ ἀγαθὸν ἐπαινεῖ. καὶ ὃ οἱ ἐχθροὶ καὶ οἱ φαῦλοι ἐπαινοῦσιν: ὥσπερ γὰρ πάντες ἤδη ὁμολογοῦσιν, εἰ καὶ οἱ κακῶς πεπονθότες: διὰ γὰρ τὸ φανερὸν ὁμολογοῖεν ἄν, ὥσπερ καὶ φαῦλοι οὓς οἱ φίλοι ψέγουσι καὶ ἀγαθοὶ οὓς οἱ ἐχθροὶ μὴ ψέγουσιν (διὸ λελοιδορῆσθαι
ὑπέλαβον Κορίνθιοι ὑπὸ Σιμωνίδου ποιήσαντος “κορινθίοις δ᾽ οὐ μέμφεται τὸ Ἴλιον).
”
[25]
καὶ ὃ τῶν φρονίμων τις ἢ τῶν ἀγαθῶν ἀνδρῶν ἢ γυναικῶν προέκρινεν, οἷον Ὀδυσσέα Ἀθηνᾶ καὶ Ἑλένην Θησεὺς καὶ Ἀλέξανδρον αἱ θεαὶ καὶ Ἀχιλλέα Ὅμηρος.
[26]
καὶ ὅλως τὰ προαιρετά:
προαιροῦνται δὲ πράττειν τά τε εἰρημένα καὶ τὰ τοῖς ἐχθροῖς κακὰ καὶ τὰ τοῖς φίλοις ἀγαθὰ καὶ τὰ δυνατά:
[27]
ταῦτα δὲ διχῶς ἐστιν, τά τε γενόμενα ἂν καὶ τὰ ῥᾳδίως γιγνόμενα: ῥᾴδια δὲ ὅσα ἢ ἄνευ λύπης ἢ ἐν ὀλίγῳ χρόνῳ: τὸ γὰρ χαλεπὸν ὁρίζεται ἢ λύπῃ ἢ πλήθει χρόνου. καὶ
ἐὰν ὡς βούλονται: βούλονται δὲ ἢ μηδὲν κακὸν ἢ ἔλαττον τοῦ ἀγαθοῦ (τοῦτο δὲ ἔσται, ἐὰν ἢ λανθάνῃ ἢ ἡ τιμωρία μικρὰ ᾖ).
[28]
καὶ τὰ ἴδια, καὶ ἃ μηδείς, καὶ τὰ περιττά: τιμὴ γὰρ οὕτω μᾶλλον. καὶ τὰ ἁρμόττοντα αὐτοῖς: τοιαῦτα δὲ τά τε προσήκοντα κατὰ γένος καὶ δύναμιν, καὶ ὧν ἐλλείπειν
οἴονται καὶ ἂν μικρὰ ᾖ: οὐδὲν γὰρ ἧττον προαιροῦνται ταῦτα πράττειν.
[29]
καὶ τὰ εὐκατέργαστα. δυνατὰ γὰρ καὶ ῥᾴδια: εὐκατέργαστα δὲ ἃ πάντες ἢ οἱ πολλοὶ ἢ οἱ ὅμοιοι ἢ οἱ ἥττους κατώρθωσαν. καὶ ἃ χαριοῦνται τοῖς φίλοις, ἢ ἃ ἀπεχθήσονται τοῖς ἐχθροῖς. καὶ ὅσα οὓς θαυμάζουσι
προαιροῦνται πράττειν. καὶ πρὸς ἃ εὐφυεῖς εἰσιν καὶ ἔμπειροι: ῥᾷον γὰρ κατορθώσειν οἴονται. καὶ ἃ μηδεὶς φαῦλος: ἐπαινετὰ γὰρ μᾶλλον. καὶ ὧν ἐπιθυμοῦντες τυγχάνουσιν, οὐ γὰρ μόνον ἡδὺ ἀλλὰ καὶ βέλτιον φαίνεται.
[30]
καὶ μάλιστα ἕκαστοι πρὸς ἃ φιλοτοίουτοι,
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.