previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔστι γὰρ τροχερὸς ῥυθμὸς τὰ τετράμετρα. λείπεται δὲ παιάν, ἐχρῶντο μὲν ἀπὸ Θρασυμάχου ἀρξάμενοι, οὐκ εἶχον δὲ λέγειν τίς ἦν. ἔστι δὲ τρίτος παιάν, καὶ ἐχόμενος τῶν εἰρημένων: τρία γὰρ πρὸς δύ᾽ ἐστίν,
ἐκείνων δὲ μὲν ἓν πρὸς ἕν, δὲ δύο πρὸς ἕν, ἔχεται δὲ τῶν λόγων τούτων ἡμιόλιος: οὗτος δ᾽ ἐστὶν παιάν. [5] οἱ μὲν οὖν ἄλλοι διά τε τὰ εἰρημένα ἀφετέοι, καὶ διότι μετρικοί: δὲ παιὰν ληπτέος: ἀπὸ μόνου γὰρ οὐκ ἔστι μέτρον τῶν ῥηθέντων ῥυθμῶν, ὥστε μάλιστα λανθάνειν. [6]
νῦν μὲν οὖν χρῶνται τῷ ἑνὶ παιᾶνι καὶ ἀρχόμενοι καὶ τελευτῶντες, δεῖ δὲ διαφέρειν τὴν τελευτὴν τῆς ἀρχῆς. ἔστιν δὲ παιᾶνος δύο εἴδη ἀντικείμενα ἀλλήλοις, ὧν τὸ μὲν ἓν ἀρχῇ ἁρμόττει, ὥσπερ καὶ χρῶνται: οὗτος δ᾽ ἐστὶν οὗ ἄρχει μὲν μακρά, τελευτῶσιν δὲ τρεῖς βραχεῖαι, “Δαλογενὲς εἴτε Λυκίαν,


καὶΧρυσεοκόμα Ἕκατε παῖ Διός

”: ἕτερος δ᾽ ἐξ ἐναντίας, οὗ βραχεῖαι ἄρχουσιν τρεῖς, δὲ μακρὰ τελευταία: “μετὰ δὲ γᾶν ὕδατά τ᾽ ὠκεανὸν ἠφάνισε νύξ.

Simonides fr. 26b οὗτος δὲ τελευτὴν ποιεῖ: γὰρ βραχεῖα διὰ τὸ ἀτελὴς εἶναι ποιεῖ κολοβόν. [7] ἀλλὰ δεῖ τῇ μακρᾷ ἀποκόπτεσθαι, καὶ
δήλην εἶναι τὴν τελευτὴν μὴ διὰ τὸν γραφέα, μηδὲ διὰ τὴν παραγραφήν, ἀλλὰ διὰ τὸν ῥυθμόν. 9.

ὅτι μὲν οὖν εὔρυθμον δεῖ εἶναι τὴν λέξιν καὶ μὴ ἄρρυθμον, καὶ τίνες εὔρυθμον ποιοῦσι ῥυθμοὶ καὶ πῶς ἔχοντες, εἴρηται: τὴν δὲ λέξιν ἀνάγκη εἶναι εἰρομένην
καὶ τῷ συνδέσμῳ μίαν, ὥσπερ αἱ ἐν τοῖς διθυράμβοις ἀναβολαί, κατεστραμμένην καὶ ὁμοίαν ταῖς τῶν ἀρχαίων ποιητῶν ἀντιστρόφοις. [2] μὲν οὖν εἰρομένη λέξις ἀρχαία ἐστίνἩροδότου Θουρίου ἥδ᾽ ἱστορίης ἀπόδειξις” (ταύτῃ γὰρ πρότερον μὲν ἅπαντες, νῦν δὲ οὐ πολλοὶ χρῶνται): λέγω δὲ
εἰρομένην οὐδὲν ἔχει τέλος καθ᾽ αὑτήν, ἂν μὴ τὸ πρᾶγμα τὸ λεγόμενον τελειωθῇ. ἔστι δὲ ἀηδὴς διὰ τὸ ἄπειρον: τὸ γὰρ τέλος πάντες βούλονται καθορᾶν: διόπερ ἐπὶ τοῖς καμπτῆρσιν ἐκπνέουσι καὶ ἐκλύονται: προορῶντες γὰρ τὸ πέρας οὐ κάμνουσι πρότερον. [3] μὲν οὖν εἰρομένη τῆς λέξεώς ἐστιν
ἥδε, κατεστραμμένη δὲ ἐν περιόδοις: λέγω δὲ περίοδον λέξιν ἔχουσαν ἀρχὴν καὶ τελευτὴν αὐτὴν καθ᾽ αὑτὴν καὶ μέγεθος εὐσύνοπτον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
hide References (5 total)
  • Cross-references to this page (3):
  • Cross-references in notes to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: