previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὕτω μὲν οὖν λέγουσιν οὐχ ἁπλοῦν, τὸ δ᾽ εἰπεῖν τὸ τόξον φόρμιγγα τὴν ἀσπίδα φιάλην ἁπλοῦν. [12] καὶ εἰκάζουσιν δὲ οὕτως, οἷον πιθήκῳ αὐλητήν, λύχνῳ ψακαζομένῳ εἰς μύωπα:
ἄμφω γὰρ συνάγεται. [13] τὸ δὲ εὖ ἐστὶν ὅταν μεταφορὰ : ἔστιν γὰρ εἰκάσαι τὴν ἀσπίδα φιάλῃ Ἄρεως καὶ τὸ ἐρείπιον ῥάκει οἰκίας, καὶ τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος, ὥσπερ εἴκασεν Θρασύμαχος ἰδὼν τὸν Νικήρατον ἡττημένον ὑπὸ Πράτυος ῥαψῳδοῦντα,
κομῶντα δὲ καὶ αὐχμηρὸν ἔτι. ἐν οἷς μάλιστά τ᾽ ἐκπίπτουσιν οἱ ποιηταὶ ἐὰν μὴ εὖ, καὶ ἐὰν εὖ, εὐδοκιμοῦσιν: λέγω δ᾽ ὅταν ἀποδιδῶσιν: “ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖ.
ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ.


καὶ τὰ τοιαῦτα πάντ᾽ εἰκόνες εἰσίν. αἱ δ᾽ εἰκόνες ὅτι μεταφοραί, εἴρηται πολλάκις. [14]

καὶ αἱ παροιμίαι δὲ μεταφοραὶ ἀπ᾽ εἴδους ἐπ᾽ εἶδος εἰσίν: οἷον ἄν τις ὡς ἀγαθὸν πεισόμενος αὐτὸς ἐπαγάγηται, εἶτα βλαβῇ, “ὡς Καρπάθιός”, φασιν, “τὸν λαγώ”: ἄμφω γὰρ τὸ
εἰρημένον πεπόνθασιν. ὅθεν μὲν οὖν τὰ ἀστεῖα λέγεται καὶ διότι, σχεδὸν εἴρηται τὸ αἴτιον: [15] εἰσὶν δὲ καὶ αἱ εὐδοκιμοῦσαι ὑπερβολαὶ μεταφοραί, οἷον εἰς ὑπωπιασμένονᾠήθητε δ᾽ ἂν αὐτὸν εἶναι συκαμίνων κάλαθον”: ἐρυθρὸν γάρ τι τὸ ὑπώπιον, ἀλλὰ τοῦτο πολὺ σφόδρα. τὸ δὲὥσπερ τὸ καὶ τὸὑπερβολὴ
τῇ λέξει διαφέρουσα. “ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ,

” “ᾠήθης δ᾽ ἂν αὐτὸν Φιλάμμωνα εἶναι μαχόμενον τῷ κωρύκῳ”. “ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖν,

” “ᾠήθης δ᾽ ἂν οὐ σκέλη ἀλλὰ σέλινα ἔχειν, οὕτως οὖλα”. [16]
εἰσὶ δ᾽ αἱ ὑπερβολαὶ μειρακιώδεις: σφοδρότητα γὰρ δηλοῦσιν. διὸ ὀργιζόμενοι λέγουσιν μάλιστα: “οὐδ᾽ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε.
κούρην δ᾽ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,
οὐδ᾽ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,
ἔργα δ᾽ Ἀθηναίῃ:

Hom. Il. 9.385

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: