previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διὸ ὑβρισταὶ καὶ ὀλίγωροι καὶ θρασεῖς, ποιεῖ δὲ τοιούτους πλοῦτος ἰσχὺς πολυφιλία δύναμις), οὔτε οἱ ἤδη πεπονθέναι πάντα νομίζοντες τὰ δεινὰ καὶ ἀπεψυγμένοι πρὸς τὸ μέλλον, ὥσπερ
οἱ ἀποτυμπανιζόμενοι ἤδη: ἀλλὰ δεῖ τινα ἐλπίδα ὑπεῖναι σωτηρίας, περὶ οὗ ἀγωνιῶσιν. σημεῖον δέ: γὰρ φόβος βουλευτικοὺς ποιεῖ, καίτοι οὐδεὶς βουλεύεται περὶ τῶν ἀνελπίστων: [15] ὥστε δεῖ τοιούτους παρασκευάζειν, ὅταν βέλτιον τὸ φοβεῖσθαι αὐτούς, ὅτι τοιοῦτοί εἰσιν οἷον παθεῖνκαὶ γὰρ
ἄλλοι μείζους ἔπαθον), καὶ τοὺς τοιούτους δεικνύναι πάσχοντας πεπονθότας, καὶ ὑπὸ τοιούτων ὑφ᾽ ὧν οὐκ ᾤοντο, καὶ ταῦτα καὶ τότε ὅτε οὐκ ᾤοντο. [16]

ἐπεὶ δὲ περὶ φόβου φανερὸν τί ἐστιν, καὶ τῶν φοβερῶν, καὶ ὡς ἕκαστοι ἔχοντες δεδίασι, φανερὸν ἐκ τούτων καὶ τὸ
θαρρεῖν τί ἐστι, καὶ περὶ ποῖα θαρραλέοι εἰσὶ καὶ πῶς διακείμενοι θαρραλέοι εἰσίν: τό τε γὰρ θάρσος τὸ ἐναντίον τῷ φόβῳ, καὶ τὸ θαρραλέον τῷ φοβερῷ, ὥστε μετὰ φαντασίας ἐλπὶς τῶν σωτηρίων ὡς ἐγγὺς ὄντων, τῶν δὲ φοβερῶν ὡς μὴ ὄντων πόρρω ὄντων. [17] ἔστι δὲ θαρραλέα τά τε δεινὰ πόρρω
ὄντα καὶ τὰ σωτήρια ἐγγύς, καὶ ἐπανορθώσεις ἂν ὦσι καὶ βοήθειαι πολλαὶ μεγάλαι ἄμφω, καὶ μήτε ἠδικημένοι μήτε ἠδικηκότες ὦσιν, ἀνταγωνισταί τε μὴ ὦσιν ὅλως, μὴ ἔχωσιν δύναμιν, δύναμιν ἔχοντες ὦσι φίλοι πεποιηκότες εὖ πεπονθότες, ἂν πλείους ὦσιν οἷς ταὐτὰ συμφέρει,
κρείττους, ἄμφω. [18]

αὐτοὶ δ᾽ οὕτως ἔχοντες θαρραλέοι εἰσίν, ἂν πολλὰ κατωρθωκέναι οἴωνται καὶ μὴ πεπονθέναι, ἐὰν πολλάκις ἐληλυθότες εἰς τὰ δεινὰ καὶ διαπεφευγότες ὦσι: διχῶς γὰρ ἀπαθεῖς γίγνονται οἱ ἄνθρωποι, τῷ μὴ πεπειρᾶσθαι τῷ βοηθείας ἔχειν, ὥσπερ ἐν τοῖς κατὰ
θάλατταν κινδύνοις οἵ τε ἄπειροι χειμῶνος θαρροῦσι τὰ μέλλοντα καὶ οἱ βοηθείας ἔχοντες διὰ τὴν ἐμπειρίαν. [19] καὶ ὅταν τοῖς ὁμοίοις φοβερὸν μὴ , μηδὲ τοῖς ἥττοσι καὶ ὧν κρείττους οἴονται εἶναι: [20] οἴονται δὲ ὧν κεκρατήκασιν αὐτῶν τῶν κρειττόνων τῶν ὁμοίων. καὶ ἂν ὑπάρχειν αὑτοῖς
οἴωνται πλείω καὶ μείζω, οἷς ὑπερέχοντες φοβεροί εἰσιν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: