previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[27]

οἷς μὲν οὖν ὀργίζονται καὶ ὡς ἔχοντες καὶ διὰ ποῖα, ἅμα εἴρηται: δῆλον δ᾽ ὅτι δέοι ἂν κατασκευάζειν τῷ λόγῳ τοιούτους οἷοι ὄντες ὀργίλως ἔχουσιν, καὶ τοὺς ἐναντίους τούτοις ἐνόχους ὄντας ἐφ᾽ οἷς ὀργίζονται, καὶ τοιούτους οἵοις
ὀργίζονται. 3.

ἐπεὶ δὲ τὸ ὀργίζεσθαι ἐναντίον τῷ πραΰνεσθαι καὶ ὀργὴ πραότητι, ληπτέον πῶς ἔχοντες πρᾶοί εἰσι καὶ πρὸς τίνας πράως ἔχουσι καὶ διὰ τίνων πραΰνονται. [2] ἔστω δὴ πράϋνσις κατάστασις καὶ ἠρέμησις ὀργῆς. [3] εἰ οὖν ὀργίζονται
τοῖς ὀλιγωροῦσιν, ὀλιγωρία δ᾽ ἑκούσιον, φανερὸν ὅτι καὶ τοῖς μηδὲν τούτων ποιοῦσιν ἀκουσίως ποιοῦσιν φαινομένοις τοιούτοις πρᾶοί εἰσιν. [4] καὶ τοῖς τἀναντία ὧν ἐποίησαν βουλομένοις. καὶ ὅσοι καὶ αὐτοὶ εἰς αὑτοὺς τοιοῦτοι: οὐδεὶς γὰρ αὐτὸς αὑτοῦ δοκεῖ ὀλιγωρεῖν. [5] καὶ τοῖς ὁμολογοῦσι καὶ μεταμελομένοις:
ὡς γὰρ ἔχοντες δίκην τὸ λυπεῖσθαι ἐπὶ τοῖς πεποιημένοις παύονται τῆς ὀργῆς: σημεῖον δὲ ἐπὶ τῆς τῶν οἰκετῶν κολάσεως: τοὺς μὲν γὰρ ἀντιλέγοντας καὶ ἀρνουμένους μᾶλλον κολάζομεν, πρὸς δὲ τοὺς ὁμολογοῦντας δικαίως κολάζεσθαι παυόμεθα θυμούμενοι: αἴτιον δ᾽ ὅτι ἀναισχυντία τὸ τὰ φανερὰ ἀρνεῖσθαι, δ᾽ ἀναισχυντία
ὀλιγωρία καὶ καταφρόνησις: [6] ὧν γοῦν πολὺ καταφρονοῦμεν, οὐκ αἰσχυνόμεθα. καὶ τοῖς ταπεινουμένοις πρὸς αὐτοὺς καὶ μὴ ἀντιλέγουσιν: φαίνονται γὰρ ὁμολογεῖν ἥττους εἶναι, οἱ δ᾽ ἥττους φοβοῦνται, φοβούμενος δὲ οὐδεὶς ὀλιγωρεῖ: ὅτι δὲ πρὸς τοὺς ταπεινουμένους
παύεται ὀργή, καὶ οἱ κύνες δηλοῦσιν οὐ δάκνοντες τοὺς καθίζοντας. [7] καὶ τοῖς σπουδάζουσι πρὸς τοὺς σπουδάζοντας: δοκεῖ γὰρ σπουδάζεσθαι ἀλλ᾽ οὐ καταφρονεῖσθαι. [8] καὶ τοῖς μείζω κεχαρισμένοις. καὶ τοῖς δεομένοις καὶ παραιτουμένοις: ταπεινότεροι γάρ. [9] καὶ τοῖς μὴ ὑβρισταῖς μηδὲ χλευασταῖς
μηδ᾽ ὀλιγώροις εἰς μηδένα μὴ εἰς χρηστοὺς μηδ᾽ εἰς τοιούτους οἷοί περ αὐτοί: [10] ὅλως δ᾽ ἐκ τῶν ἐναντίων δεῖ σκοπεῖν τὰ πραΰνοντα. καὶ οὓς φοβοῦνται αἰσχύνονται, ἕως ἂν οὕτως ἔχωσιν, οὐκ ὀργίζονται: ἀδύνατον γὰρ ἅμα φοβεῖσθαι καὶ ὀργίζεσθαι. [11] καὶ τοῖς δι᾽ ὀργὴν ποιήσασιν οὐκ ὀργίζονται
ἧττον ὀργίζονται: οὐ γὰρ δι᾽ ὀλιγωρίαν φαίνονται πρᾶξαι: οὐδεὶς γὰρ ὀργιζόμενος ὀλιγωρεῖ: μὲν γὰρ ὀλιγωρία ἄλυπον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: