previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τρυφῶντες ἐν ἐξουσίᾳ μᾶλλον ὄντες ὅλως οἱ ἀδυνατώτεροι: πάντα γὰρ μαλακίας σημεῖα. [10] καὶ τὸ ὑφ᾽ ἑτέρου εὖ πάσχειν, καὶ τὸ πολλάκις, καὶ εὖ ἐποίησεν ὀνειδίζειν: μικροψυχίας γὰρ πάντα καὶ ταπεινότητος σημεῖα. [11] καὶ τὸ
περὶ αὑτοῦ πάντα λέγειν καὶ ἐπαγγέλλεσθαι, καὶ τὸ τἀλλότρια αὑτοῦ φάσκειν: ἀλαζονείας γάρ. ὁμοίως δὲ καὶ ἀπὸ τῶν ἄλλων ἑκάστης τῶν τοῦ ἤθους κακιῶν τὰ ἔργα καὶ τὰ σημεῖα καὶ τὰ ὅμοια: αἰσχρὰ γὰρ καὶ ἀναίσχυντα. [12] καὶ ἐπὶ τούτοις τὸ τῶν καλῶν ὧν πάντες μετέχουσιν, οἱ ὅμοιοι πάντες οἱ πλεῖστοι,
μὴ μετέχεινὁμοίους δὲ λέγω ὁμοεθνεῖς, πολίτας, ἡλικιώτας, συγγενεῖς, ὅλως τοὺς ἐξ ἴσουαἰσχρὸν γὰρ ἤδη τὸ μὴ μετέχειν οἷον παιδεύσεως ἐπὶ τοσοῦτον, καὶ τῶν ἄλλων ὁμοίως. πάντα δὲ ταῦτα μᾶλλον, ἂν δι᾽ ἑαυτὸν φαίνηται: οὕτω γὰρ ἤδη ἀπὸ κακίας μᾶλλον, ἂν αὐτὸς αἴτιος τῶν ὑπαρξάντων
ὑπαρχόντων μελλόντων. [13] πάσχοντες δὲ πεπονθότες πεισόμενοι τὰ τοιαῦτα αἰσχύνονται ὅσα εἰς ἀτιμίαν φέρει καὶ ὀνείδη: ταῦτα δ᾽ ἐστὶ τὰ εἰς ὑπηρετήσεις σώματος ἔργων αἰσχρῶν, ὧν ἐστιν τὸ ὑβρίζεσθαι. καὶ τὰ μὲν εἰς ἀκολασίαν καὶ ἑκόντα καὶ ἄκοντα, τὰ δ᾽ εἰς βίαν ἄκοντα: ἀπὸ
ἀνανδρίας γὰρ δειλίας ὑπομονὴ καὶ τὸ μὴ ἀμύνεσθαι.

μὲν οὖν αἰσχύνονται, ταῦτ᾽ ἐστὶ καὶ τὰ τοιαῦτα: [14] ἐπεὶ δὲ περὶ ἀδοξίας φαντασία ἐστὶν αἰσχύνη, καὶ ταύτης αὐτῆς χάριν ἀλλὰ μὴ τῶν ἀποβαινόντων, οὐδεὶς δὲ τῆς δόξης φροντίζει ἀλλ᾽ διὰ τοὺς δοξάζοντας, ἀνάγκη τούτους
αἰσχύνεσθαι ὧν λόγον ἔχει: [15] λόγον δὲ ἔχει τῶν θαυμαζόντων, καὶ οὓς θαυμάζει, καὶ ὑφ᾽ ὧν βούλεται θαυμάζεσθαι, καὶ πρὸς οὓς φιλοτιμεῖται, καὶ ὧν μὴ καταφρονεῖ τῆς δόξης: [16] θαυμάζεσθαι μὲν οὖν βούλονται ὑπὸ τούτων καὶ θαυμάζουσι τούτους ὅσοι τι ἔχουσιν ἀγαθὸν τῶν τιμίων, παρ᾽ ὧν τυγχάνουσιν
δεόμενοι σφόδρα τινὸς ὧν ἐκεῖνοι κύριοι, οἷον οἱ ἐρῶντες: [17] φιλοτιμοῦνται δὲ πρὸς τοὺς ὁμοίους: φροντίζουσι δ᾽ ὡς ἀληθευόντων τῶν φρονίμων, τοιοῦτοι δ᾽ οἵ τε πρεσβύτεροι καὶ οἱ πεπαιδευμένοι. [18] καὶ τὰ ἐν ὀφθαλμοῖς καὶ τὰ ἐν φανερῷ μᾶλλονὅθεν καὶ παροιμία τὸ ἐν ὀφθαλμοῖς εἶναι αἰδῶ): διὰ
τοῦτο τοὺς ἀεὶ παρεσομένους μᾶλλον αἰσχύνονται καὶ τοὺς προσέχοντας αὐτοῖς,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: