previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἷον ἐν τῷ αἰνίγματι τῷ εὐδοκιμοῦντιἄνδρ᾽ εἶδον πυρὶ χαλκὸν ἐπ᾽ ἀνέρι κολλήσαντα:

ἀνώνυμον γὰρ τὸ πάθος, ἔστι δ᾽ ἄμφω πρόσθεσίς τις: κόλλησιν τοίνυν εἶπε τὴν τῆς σικύας προσβολήν), καὶ ὅλως ἐκ τῶν εὖ ᾐνιγμένων ἔστι μεταφορὰς λαβεῖν ἐπιεικεῖς: μεταφοραὶ
γὰρ αἰνίττονται, ὥστε δῆλον ὅτι εὖ μετενήνεκται. [13] καὶ ἀπὸ καλῶν: κάλλος δὲ ὀνόματος τὸ μὲν ὥσπερ Λικύμνιος λέγει, ἐν τοῖς ψόφοις τῷ σημαινομένῳ, καὶ αἶσχος δὲ ὡσαύτως. ἔτι δὲ τρίτον λύει τὸν σοφιστικὸν λόγον: οὐ γὰρ ὡς ἔφη Βρύσων οὐθένα αἰσχρολογεῖν, εἴπερ τὸ αὐτὸ
σημαίνει τόδε ἀντὶ τοῦδε εἰπεῖν: τοῦτο γάρ ἐστιν ψεῦδος: ἔστιν γὰρ ἄλλο ἄλλου κυριώτερον καὶ ὡμοιωμένον μᾶλλον καὶ οἰκειότερον, τῷ ποιεῖν τὸ πρᾶγμα πρὸ ὀμμάτων. ἔτι οὐχ ὁμοίως ἔχον σημαίνει τόδε καὶ τόδε, ὥστε καὶ οὕτως ἄλλου ἄλλο κάλλιον καὶ αἴσχιον θετέον: ἄμφω μὲν γὰρ τὸ καλὸν
τὸ αἰσχρὸν σημαίνουσιν, ἀλλ᾽ οὐχ καλὸν οὐχ αἰσχρόν: ταῦτα μέν, ἀλλὰ μᾶλλον καὶ ἧττον. τὰς δὲ μεταφορὰς ἐντεῦθεν οἰστέον, ἀπὸ καλῶν τῇ φωνῇ τῇ δυνάμει τῇ ὄψει ἄλλῃ τινὶ αἰσθήσει. διαφέρει δ᾽ εἰπεῖν, οἷον ῥοδοδάκτυλος ἠὼς μᾶλλον φοινικοδάκτυλος,
ἔτι φαυλότερον ἐρυθροδάκτυλος. [14] καὶ ἐν τοῖς ἐπιθέτοις ἔστιν μὲν τὰς ἐπιθέσεις ποιεῖσθαι ἀπὸ φαύλου αἰσχροῦ, οἷον μητροφόντης, ἔστι δ᾽ ἀπὸ τοῦ βελτίονος, οἷον πατρὸς ἀμύντωρ: καὶ Σιμωνίδης, ὅτε μὲν ἐδίδου μισθὸν ὀλίγον αὐτῷ νικήσας τοῖς ὀρεῦσιν, οὐκ ἤθελε ποιεῖν, ὡς
δυσχεραίνων εἰς ἡμιόνους ποιεῖν, ἐπεὶ δ᾽ ἱκανὸν ἔδωκεν, ἐποίησεχαίρετ᾽ ἀελλοπόδων θύγατρες ἵππων:

Simonides fr. 7 καίτοι καὶ τῶν ὄνων θυγατέρες ἦσαν. ἔστιν αὖ τὸ ὑποκορίζεσθαι: [15] ἔστιν δὲ ὑποκορισμὸς ἔλαττον ποιεῖ καὶ τὸ
κακὸν καὶ τὸ ἀγαθόν, ὥσπερ καὶ Ἀριστοφάνης σκώπτει ἐν τοῖς Βαβυλωνίοις, ἀντὶ μὲν χρυσίου χρυσιδάριον, ἀντὶ δ᾽ ἱματίου ἱματιδάριον, ἀντὶ δὲ λοιδορίας λοιδορημάτιον καὶ ἀντὶ νοσήματος νοσημάτιον. εὐλαβεῖσθαι δὲ δεῖ καὶ παρατηρεῖν ἐν ἀμφοῖν τὸ μέτριον.
3.

τὰ δὲ ψυχρὰ ἐν τέτταρσι γίγνεται κατὰ τὴν λέξιν, ἔν τε τοῖς διπλοῖς ὀνόμασιν, οἷον Λυκόφρωντὸν πολυπρόσωπον οὐρανὸν τῆς μεγαλοκορύφου γῆς”, καὶἀκτὴν δὲ στενοπόρον”, καὶ ὡς Γοργίας ὠνόμαζενπτωχομουσοκόλοκας

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: