previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τοὺς ἐν ταῖς ὑπερβολαῖς ὡς ἐν ταῖς ἀρεταῖς ὄντας, οἷον τὸν θρασὺν ἀνδρεῖον καὶ τὸν ἄσωτον ἐλευθέριον: δόξει τε γὰρ τοῖς πολλοῖς, καὶ ἅμα παραλογιστικὸν ἐκ τῆς αἰτίας. εἰ γὰρ οὗ μὴ ἀνάγκη κινδυνευτικός,
πολλῷ μᾶλλον ἂν δόξειεν ὅπου καλόν, καὶ εἰ προετικὸς τοῖς τυχοῦσι, καὶ τοῖς φίλοις: ὑπερβολὴ γὰρ ἀρετῆς τὸ πάντας εὖ ποιεῖν. [30] σκοπεῖν δὲ καὶ παρ᾽ οἷς ἔπαινος: ὥσπερ γὰρ Σωκράτης ἔλεγεν, οὐ χαλεπὸν Ἀθηναίους ἐν Ἀθηναίοις ἐπαινεῖν. δεῖ δὲ τὸ παρ᾽ ἑκάστοις τίμιον
ὂν λέγειν ὡς ὑπάρχει, οἷον ἐν Σκύθαις Λάκωσιν φιλοσόφοις. καὶ ὅλως δὲ τὸ τίμιον ἄγειν εἰς τὸ καλόν, ἐπείπερ γε δοκεῖ γειτνιᾶν. [31] καὶ ὅσα κατὰ τὸ προσῆκον, οἷον εἰ ἄξια τῶν προγόνων καὶ τῶν προϋπηργμένων: εὐδαιμονικὸν γὰρ καὶ καλὸν καὶ τὸ προσεπικτᾶσθαι τιμήν. καὶ εἰ παρὰ τὸ προσῆκον
ἐπὶ δὲ τὸ βέλτιον καὶ τὸ κάλλιον, οἷον εἰ εὐτυχῶν μὲν μέτριος, ἀτυχῶν δὲ μεγαλόψυχος, μείζων γιγνόμενος βελτίων καὶ καταλλακτικώτερος. τοιοῦτον δὲ τὸ τοῦ Ἰφικράτους, “ἐξ οἵων εἰς οἷα”, καὶ τὸ τοῦ Ὀλυμπιονίκουπρόσθε μὲν ἀμφ᾽ ὤμοισιν ἔχων τραχεῖαν,


καὶ τὸ τοῦ Σιμωνίδου πατρός τε καὶ ἀνδρὸς ἀδελφῶν τ᾽ οὖσα τυράννων.

[32] ἐπεὶ δ᾽ ἐκ τῶν πράξεων ἔπαινος, ἴδιον δὲ τοῦ σπουδαίου τὸ κατὰ προαίρεσιν, πειρατέον δεικνύναι πράττοντα κατὰ προαίρεσιν, χρήσιμον δὲ τὸ πολλάκις φαίνεσθαι πεπραχότα:
διὸ καὶ τὰ συμπτώματα καὶ τὰ ἀπὸ τύχης ὡς ἐν προαιρέσει ληπτέον: ἂν γὰρ πολλὰ καὶ ὅμοια προφέρηται, σημεῖον ἀρετῆς εἶναι δόξει καὶ προαιρέσεως. [33]

ἔστιν δ᾽ ἔπαινος λόγος ἐμφανίζων μέγεθος ἀρετῆς. δεῖ οὖν τὰς πράξεις ἐπιδεικνύναι ὡς τοιαῦται. τὸ δ᾽ ἐγκώμιον τῶν ἔργων
ἐστίντὰ δὲ κύκλῳ εἰς πίστιν, οἷον εὐγένεια καὶ παιδεία: εἰκὸς γὰρ ἐξ ἀγαθῶν ἀγαθοὺς καὶ τὸν οὕτω τραφέντα τοιοῦτον εἶναι), διὸ καὶ ἐγκωμιάζομεν πράξαντας. τὰ δ᾽ ἔργα σημεῖα τῆς ἕξεώς ἐστιν, ἐπεὶ ἐπαινοῖμεν ἂν καὶ μὴ πεπραγότα, εἰ πιστεύοιμεν εἶναι τοιοῦτον. [34] μακαρισμὸς δὲ καὶ
εὐδαιμονισμὸς αὑτοῖς μὲν ταὐτά, τούτοις δ᾽ οὐ ταὐτά, ἀλλ᾽ ὥσπερ εὐδαιμονία τὴν ἀρετήν, καὶ εὐδαιμονισμὸς περιέχει ταῦτα. [35]

ἔχει δὲ κοινὸν εἶδος ἔπαινος καὶ αἱ συμβουλαί. γὰρ ἐν τῷ συμβουλεύειν ὑπόθοιο ἄν, ταῦτα μετατεθέντα τῇ λέξει ἐγκώμια γίγνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: