Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ δὲ “τῇ ἀρετῇ τῆς ἐλευθερίας” ἀντίθεσίν τινα ἔχει. καὶ ὡς Ἰφικράτης εἶπεν “ἡ γὰρ ὁδός μοι τῶν λόγων διὰ μέσων τῶν Χάρητι πεπραγμένων ἐστίν” μεταφορὰ κατ᾽ ἀναλογίαν, καὶ τὸ διὰ μέσου πρὸ ὀμμάτων ποιεῖ. καὶ τὸ φάναι παρακαλεῖν
τοὺς κινδύνους τοῖς κινδύνοις βοηθήσοντας, πρὸ ὀμμάτων καὶ μεταφορά. καὶ Λυκολέων ὑπὲρ Χαβρίου “οὐδὲ τὴν ἱκετηρίαν αἰσχυνθέντες αὐτοῦ, τὴν εἰκόνα τὴν χαλκῆν”: μεταφορὰ γὰρ ἐν τῷ παρόντι, ἀλλ᾽ οὐκ ἀεί, ἀλλὰ πρὸ ὀμμάτων: κινδυνεύοντος γὰρ αὐτοῦ ἱκετεύει ἡ εἰκών, τὸ
“ἔμψυχον δὴ ἄψυχον”, τὸ ὑπόμνημα τῶν τῆς πόλεως ἔργων. καὶ “πάντα τρόπον μικρὸν φρονεῖν μελετῶντες”: τὸ γὰρ μελετᾶν αὔξειν τι ἐστίν. καὶ ὅτι “τὸν νοῦν ὁ θεὸς φῶς ἀνῆψεν ἐν τῇ ψυχῇ”: ἄμφω γὰρ δηλοῖ τι. “οὐ γὰρ διαλυόμεθα τοὺς πολέμους ἀλλ᾽ ἀναβαλλόμεθα”: ἄμφω γάρ
ἐστιν μέλλοντα, καὶ ἡ ἀναβολὴ καὶ ἡ τοιαύτη εἰρήνη. καὶ τὸ τὰς συνθήκας φάναι τρόπαιον εἶναι πολὺ κάλλιον τῶν ἐν τοῖς πολέμοις γινομένων: τὰ μὲν γὰρ ὑπὲρ μικρῶν καὶ μιᾶς τύχης, αὗται δ᾽ ὑπὲρ παντὸς τοῦ πολέμου: ἄμφω γὰρ νίκης σημεῖα. καὶ ὅτι αἱ πόλεις τῷ ψόγῳ τῶν
ἀνθρώπων μεγάλας εὐθύνας διδόασιν: ἡ γὰρ εὔθυνα βλάβη τις δικαία ἐστίν. 11. ὅτι μὲν οὖν τὰ ἀστεῖα ἐκ μεταφορᾶς τε τῆς ἀνάλογον λέγεται καὶ τῷ πρὸ ὀμμάτων ποιεῖν, εἴρηται: λεκτέον δὲ τί λέγομεν πρὸ ὀμμάτων, καὶ τί ποιοῦσι γίγνεται τοῦτο. [2] λέγω
δὴ πρὸ ὀμμάτων ταῦτα ποιεῖν ὅσα ἐνεργοῦντα σημαίνει, οἷον τὸν ἀγαθὸν ἄνδρα φάναι εἶναι τετράγωνον μεταφορά, (ἄμφω γὰρ τέλεια), ἀλλ᾽ οὐ σημαίνει ἐνέργειαν: ἀλλὰ τὸ “ἀνθοῦσαν ἔχοντος τὴν ἀκμήν” ἐνέργεια, καὶ τὸ “σὲ δ᾽ ὥσπερ ἄφετον” ἐλεύθερον ἐνέργεια, καὶ
“τοὐντεῦθεν οὖν Ἕλληνες ᾁξαντες ποσίν:
” Eur. IA 80 τὸ ᾁξαντες ἐνέργεια καὶ μεταφορά: ταχὺ γὰρ λέγει. [3] καὶ ὡς κέχρηται πολλαχοῦ Ὅμηρος, τὸ τὰ ἄψυχα ἔμψυχα ποιεῖν διὰ τῆς μεταφορᾶς. ἐν πᾶσι δὲ τῷ ἐνέργειαν ποιεῖν εὐδοκιμεῖ, οἷον ἐν τοῖσδε, “αὖτις ἐπὶ δάπεδόνδε κυλίνδετο λᾶας ἀναιδής,
” Hom. Od. 11.598 καὶ “ἔπτατ᾽ ὀιστός,
” Hom. Il. 13.587 καὶ “ἐπιπτέσθαι μενεαίνων,
” Hom. Il. 4.126
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.