anonymi epigrammatici
Λευκάδος ἀντί με Καῖσαρ, ἰδ᾽ Ἀμβρακίης ἐριβώλου,
Θυρρείου τε πέλειν, ἀντὶ τ᾽ Ἀνακτορίου,
Ἄργεος Ἀμφιλόχου τε, καὶ ὁππόσα ῥαίσατο κύκλῳ
ἄστε᾽ ἐπιθρώσκων δουρομανὴς πόλεμος,
εἵσατο Νικόπολιν, θείην πόλιν ἀντὶ δὲ νίκης
Φοῖβος ἄναξ ταύτην δέχνυται Ἀκτιάδος.