adaeus
Ἰνδὴν βήρυλλόν με Τρύφων ἀνέπεισε Γαλήνην
εἶναι, καὶ μαλακαῖς χερσὶν ἀνῆκε κόμας: [p. 302]
ἠνίδε καὶ χείλη νοτερὴν λειοῦντα ^ θάλασσαν,
καὶ μαστούς, τοῖσιν θέλγω ἀνηνεμίην.
ἢν δέ μοι ἡ φθονερὴ νεύσῃ λίθος, ὡς ἐν ἑτοίμῳ
ὥρμημαι, γνώσῃ καὶ τάχα νηχομένην.