previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Πολύμνηστος δ᾽ αὐλῳδικοὺς νόμους ἐποίησεν: ἐν δὲ τῷ ὀρθίῳ νόμῳ τῇ μελοποιίᾳ κέχρηται, καθάπερ οἱ ἁρμονικοί φασιν, οὐκ ἔχομεν δ᾽ ἀκριβῶς εἰπεῖν: οὐ γὰρ εἰρήκασιν οἱ ἀρχαῖοί τι περὶ τούτου. καὶ περὶ Θαλήτα δὲ τοῦ Κρητός, εἰ παιάνων γεγένηται ποιητὴς, ἀμφισβητεῖται. Γλαῦκος γὰρ μετ᾽ Ἀρχίλοχον φάσκων γεγενῆσθαι Θαλήταν μεμιμῆσθαι μὲν αὐτόν φησι τὰ Ἀρχιλόχου μέλη, ἐπὶ δὲ τὸ μακρότερον ἐκτεῖναι, καὶ Μάρωνα καὶ Κρητικὸν ῥυθμὸν εἰς τὴν μελοποιίαν ἐνθεῖναι: οἷς Ἀρχίλοχον μὴ κεχρῆσθαι, ἀλλ᾽ οὐδ᾽ Ὀρφέα οὐδὲ Τέρπανδρον ἐκ γὰρ τῆς Ὀλύμπου αὐλήσεως Θαλήταν φασὶν ἐξειργάσθαι ταῦτα καὶ δόξαι ποιητὴν ἀγαθὸν γεγονέναι. περὶ δὲ Ξενοκρίτου ὃς ἦν τὸ γένος ἐκ Λοκρῶν τῶν ἐν: Ἰταλίᾳ, ἀμφισβητεῖται εἰ παιάνων ποιητὴς γέγονεν: ἡρωϊκῶν γὰρ ὑποθέσεων πράγματα ἐχουσῶν ποιητὴν γεγονέναι φασὶν αὐτόν: διὸ καί τινας διθυράμβους καλεῖν αὐτοῦ τὰς ὑποθέσεις: [p. 497] πρεσβύτερον δὲ τῇ ἡλικίᾳ φησὶν Γλαῦκος Θαλήταν Ξενοκρίτου γεγονέναι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: