previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ δὲ νῦν τὸ μὲν κάλλιστον τῶν γενῶν, ὅπερ μάλιστα σεμνότητα παρὰ τοῖς ἀρχαίοις ἐσπουδάζετο, παντελῶς παρῃτήσαντο, ὥστε μηδὲ τὴν τυχοῦσαν ἀντίληψιν τῶν ἐναρμονίων διαστημάτων τοῖς πολλοῖς ὑπάρχειν:ν: οὕτω δ᾽, ἀργῶζ; διάκεινται καὶ ῥᾳθύμως, ὥστε μηδ᾽ ἔμφασιν νομίζειν παρέχειν [p. 525] καθ᾽ ὅλου τῶν ὑπὸ τὴν αἴσθησιν πιπτόντων τὴν ἐναρμόνιον δίεσιν, ἐξορίζειν δ᾽ αὐτὴν ἐκ τῶν μελῳδημάτων πεφλυαρηκέναι τε τοὺς δόξαντάς τι περὶ τούτου καὶ τῷ γένει τούτῳ κεχρημένους. ἀπόδειξιν δ᾽ ἰσχυροτάτην τοῦ τἀληθῆ λέγειν φέρειν οἴονται μάλιστα μὲν τὴν αὑτῶν ἀναισθησίαν, ὡς πᾶν, τι περ ἂν αὐτοὺς ἐκφύγῃ, τοῦτο καὶ δὴ πάντως ἀνύπαρκτον ὂν παντελῶς καὶ ἄχρηστον εἶτα καὶ τὸ μὴ δύνασθαι ληφθῆναι διὰ συμφωνίας τὸ μέγεθος, καθάπερ τό τε ἡμιτόνιον καὶ τὸν τόνον καὶ τὰ λοιπὰ δὲ τῶν τοιούτων διαστημάτων. ἠγνοήκασι δ᾽ ὅτι καὶ τὸ τρίτον μέγεθος οὕτως ἂν καὶ τὸ πέμπτον ἐκβάλλοιτο καὶ τὸ ἕβδομον: ὧν τὸ μὲν τριῶν τὸ δὲ πέντε τὸ δ᾽ ἑπτὰ διέσεών ἐστι: καὶ καθόλου πάνθ᾽ ὅσα περιττὰ φαίνεται τῶν διαστημάτων ἀποδοκιμάζοιτ᾽ ἂν ὡς ἄχρηστα, παρ᾽ ὅσον οὐδὲν αὐτῶν διὰ συμφωνίας λαβεῖν ἔστι: ταῦτα δ᾽ ἂν εἴη, ὅσα ὑπὸ τῆς ἐλαχίστης διέσεως μετρεῖται περισσάκις, οἷς ἀκολουθεῖν ἀνάγκη καὶ τὸ μηδεμίαν τῶν τετραχορδικῶν διαιρέσεων χρησίμην εἶναι, πλὴν μόνην ταύτην, δι᾽ ἧς πᾶσιν ἀρτίοις χρῆσθαι διαστήμασι συμβέβηκεν αὕτη δ᾽ ἂν εἵη τε τοῦ συντόνου καὶ διατόνου καὶ τοῦ τονιαίου χρώματος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: