Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ἅτ᾽ οὖν ἠθῶν μάλιστα φροντίδα πεποιημένοι
οἱ παλαιοί, τὸ σεμνὸν καὶ ἀπερίεργον τῆς
ἀρχαίας μουσικῆς προετίμων. Ἀργείους μὲν καὶ κόλασιν ἐπιθεῖναὶ ποτέ φασι τῇ εἰς τὴν μουσικὴν παρανομίᾳ ζημιῶσαί τε τὸν ἐπιχειρήσαντα πρῶτον ταῖς πλείοσι τῶν ἑπτὰ χρήσασθαι παρ᾽, αὐτοῖς
χορδῶν καὶ παραμιξολυδιάζειν ἐπιχειρήσαντα.
Πυθαγόρας δ᾽, ὁ σεμνὸς ἀπεδοκίμαζε τὴν κρίσιν
τῆς μουσικῆς τὴν διὰ τῆς αἰσθήσεως νῷ γὰρ ληπτὴν τὴν ταύτης ἀρετὴν ἔφασκεν εἶναι. τοιγάρτοι τῇ
μὲν ἀκοῇ οὐκ ἔκρινεν αὐτὴν τῇ δ᾽ ἀναλογικῇ ἁρμονίᾳ
αὔταρκές τ᾽, ἐνόμιζε τοῦ διὰ πασῶν
στῆσαι τὴν τῆς μουσικῆς ἐπίγνωσιν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.