previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀεὶ γὰρ ἀναγκαῖον τρί᾽ ἐλάχιστα εἶναι τὰ πίπτοντα ἅμ᾽ εἰς τὴν ἀκοήν, φθόγγον τε καὶ χρόνον καὶ συλλαβὴν γράμμα. συμβήσεται δ᾽ ἐκ τῆς μὲν κατὰ τὸν φθόγγον πορείας τὸ ἡρμοσμένον γνωρίζεσθαι, ἐκ δὲ τῆς κατὰ χρόνον τὸν ῥυθμόν, ἐκ δὲ τῆς κατὰ γράμμα συλλαβὴν τὸ λεγόμενον: ὁμοῦ δὲ προβαινόντων, ἅμα τὴν τῆς αἰσθήσεως ἐπιφορὰν ἀναγκαῖον ποιεῖσθαι. ἀλλὰ μὴν κἀκεῖνο φανερόν, ὅτι οὐκ ἐνδέχεται, μὴ δυναμένης τῆς αἰσθήσεως χωρίζειν ἕκαστον τῶν εἰρημένων, παρακολουθεῖν τε δύνασθαι τοῖς καθ᾽ ἕκαστα καὶ συνορᾶν τὸ θ᾽ ἁμαρτανόμενον ἐν ἑκάστῳ αὐτῶν καὶ τὸ μή. πρῶτον οὖν περὶ συνεχείας γνωστέον. ἀναγκαῖον γάρ ἐστιν ὑπάρχειν τῇ κριτικῇ δυνάμει συνέχειαν τὸ γὰρ εὖ καὶ τὸ ἐναντίως οὐκ ἐν ἀφωρισμένοις τοῖσδέ τισι γίγνεται φθόγγοις χρόνοις γράμμασιν, ἀλλ᾽ ἐν συνεχέσιν ἐπειδὴ μῖξίς τις ἔστι κατὰ τὴν, χρῆσιν τῶν ἀσυνθέτων μερῶν. περὶ μὲν οὖν τῆς παρακολουθήσεως τοσαῦτα.’ [p. 523]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: