Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλὰ μὴν καὶ αἱ αἰσθήσεις αἱ τοῖς σώμασιν ἐγγιγνόμεναι, αἱ μὲν, οὐράνιαι θεῖαι οὖσαι, μετὰ
θεοῦ τὴν αἴσθησιν διὰ τὴν ἁρμονίαν παρεχόμεναι
τοῖς ἀνθρώποις, ὄψις τε καὶ ἀκοή, μετὰ φωνῆς καὶ
φωτὸς τὴν ἁρμονίαν ἐπιφαίνουσι: καὶ ἄλλαι δ᾽ αὐταῖς ἀκόλουθοι, αἰσθήσεις, καθ᾽ ἁρμονίαν συνεστᾶσι: πάντα γὰρ καὶ αὗται ἐπιτελοῦσιν οὐκ ἄνευ
ἁρμονίας, ἐλάττους μὲν ἐκείνων οὖσαι οὐκ ἄπο δ᾽
ἐκείνων: ἐκεῖναι γὰρ ἅμα θεοῦ παρουσίᾳ παραγιγνόμεναι τοῖς σώμασι κατὰ λογισμὸν ἰσχυράν τε καὶ καλὴν φύσιν ἔχουσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.