Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καθόλου δ᾽ ὅ γε νοῦν ἔχων οὐ τῶν ἐπιστημῶν ἔγκλημα δήπου θείη, εἴ τις αὐταῖς μὴ κατὰ τρόπον χρῷτο, ἀλλὰ τῆς τῶν χρωμένων κακίας ἴδιον εἶναι τοῦτο νομίσειεν. εἴτ᾽ οὖν τις τὸν παιδευτικὸν τῆς μουσικῆς τρόπον ἐκπονήσας τύχοι ἐπιμελείας
τῆς προσηκούσης ἐν τῇ τοῦ παιδὸς ἡλικίᾳ, τὸ μὲν
καλὸν ἐπαινέσει τε καὶ ἀποδέξεται, ψέξει δὲ τὸ ἐναντίον ἔν τε τοῖς ἄλλοις καὶ ἐν τοῖς κατὰ μουσικήν,
καὶ ἔσται ὁ τοιοῦτος καθαρὸς πάσης ἀγεννοῦς
πράξεως διὰ μουσικῆς τε τὴν μεγίστην ὠφέλειαν
καρπωσάμενος ὄφελος ἂν μέγα γένοιτο αὑτῷ τε καὶ πόλει, μηθενὶ μήτ᾽ ἔργῳ μήτε λόγῳ χρώμενος ἀναρμόστῳ,
σῴζων ἀεὶ καὶ πανταχοῦ τὸ πρέπον καὶ σῶφρον καὶ κόσμιον.
[p. 528]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.