previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φανερὸν δ᾽ ἂν γένοιτο, εἴ τις ἑκάστην ἐξετάζοιτο τῶν ἐπιστημῶν, τίνος ἐστὶ θεωρητική δῆλον γὰρ ὅτι μὲν ἁρμονικὴ γενῶν τε τῶν τοῦ ἡρμοσμένου καὶ διαστημάτων καὶ συστημάτων καὶ φθόγγων καὶ τόνων καὶ μεταβολῶν συστηματικῶν ἐστι γνωστική: [p. 519] πορρωτέρω δ᾽ οὐκέτι ταύτῃ προελθεῖν οἷόν τε ὥστ᾽ οὐδὲ ζητεῖν παρὰ ταύτης τὸ διαγνῶναι δύνασθαι, πότερον οἰκείως εἴληφεν ποιητὴς ὅμοἷον εἰπεῖν ἐν μούσοις τὸν Ὑποδώριον τόνον ἐπὶ τὴν ἀρχὴν τὸν Μιξολύδιόν τε καὶ Δώριον ἐπὶ τὴν ἔκβασιν τὸν Ὑποφρύγιόν τε καὶ Φρύγιον ἐπὶ τὴν μέσην. οὐ γὰρ διατείνει τῇ ἁρμονικὴ πραγματεία πρὸς τὰ τοιαῦτα, προσδεῖται δὲ πολλῶν ἑτέρων: τὴν γὰρ τῆς οἰκειότητος δύναμιν ἀγνοεῖ. οὔτε γὰρ τὸ χρωματικὸν γένος οὔτε τὸ ἐναρμόνιον ἣξει ποτ᾽ ἔχον τὴν τῆς οἰκειότητος δύναμιν τελείαν καὶ καθ᾽ ἣν τὸ τοῦ πεποιημένου μέλους ἦθος ἐπιφαίνεται ἀλλὰ τοῦτο τοῦ τεχνίτου ἔργον. φανερὸν δὴ ὅτι ἑτέρα τοῦ συστήματος φωνὴ τῆς ἐν τῷ συστήματι κατασκευασθείσης μελοποιίας, περὶ ἧς οὐκ ἔστι θεωρῆσαι τῆς ἁρμονικῆς: πραγματείας. αὐτὸς δὲ λόγος καὶ περὶ τῶν ῥυθμῶν: οὐδεὶς γὰρ ῥυθμὸς τὴν τῆς τελείας οἰκειότητος δύναμιν ἣξει ἔχων ἐν αὑτῷ: τὸ γὰρ οἰκείως ἀεὶ λεγόμενον πρὸς ἦθός τι βλέποντες λέγομεν. τούτου δέ φαμεν αἰτίαν εἶναι σύνθεσίν τινα μῖξιν ἀμφότερα. οἷον Ὀλύμπῳ τὸ ἐναρμόνιον γένος ἐπὶ Φρυγίου τόνου τεθὲν παίωνι ἐπιβατῷ μιχθέν: τοῦτο γὰρ τῆς ἀρχῆς: τὸ ἦθος ἐγέννησεν ἐπὶ τῷ τῆς Ἀθηνᾶς νόμῳ προσληφθείσης [p. 520] γὰρ μελοποιίας καὶ ῥυθμοποιίας τεχνικῶς τε μεταληφθέντος τοῦ ῥυθμοῦ μόνον αὐτοῦ καὶ γενομένου τροχαίου ἀντὶ παίωνος, συνέστη τὸ Ὀλύμπου ἐναρμόνιον γένος. ἀλλὰ μὴν καὶ τοῦ ἐναρμονίου γένους καὶ τοῦ Φρυγίου τόνου διαμενόντων καὶ πρὸς τούτοις τοῦ συστήματος παντός, μεγάλην ἀλλοίωσιν ἔσχηκε τὸ ἦθος: γὰρ καλουμένη ἁρμονία ἐν τῷ τῆς Ἀθηνᾶς νόμῳ πολὺ διέστηκε κατὰ τὸ ἦθος τῆς ἀναπείρας. εἰ οὖν προσγένοιτο τῷ τῆς μουσικῆς ἐμπείρῳ τὸ κριτικόν, δῆλον ὅτι οὗτος ἂν εἴη ἀκριβὴς ἐν μουσικῇ γὰρ εἰδὼς τὸ Δωριστὶ ἄνευ τοῦ κρίνειν ἐπίστασθαι τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα οὐκ εἴσεται ποιεῖ: ἀλλ᾽ οὐδὲ τὸ ἦθος σῴσει: ἐπεὶ καὶ περὶ αὐτῶν τῶν Δωρίων μελοποιιῶν ἀπορεῖται, πότερόν ἐστι διαγνωστικὴ ἁρμονικὴ πραγματεία, καθάπερ τινὲς οἴονται, τῶν Δωρίων, οὔ. αὐτὸς δὲ λόγος καὶ περὶ τῆς ῥυθμικῆς ἐπιστήμης; πάσης: γὰρ εἰδὼς; τὸν παίωνα τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα οὐκ εἴσεται διὰ τὸ αὐτὴν μόνην εἰδέναι τὴν τοῦ παίωνος ξύνθεσιν ἐπεὶ καὶ περὶ αὐτῶν τῶν παιωνικῶν ῥυθμοποιιῶν ἀπορεῖται, πότερόν ἐστι διαγνωστικὴ ῥυθμικὴ πραγματεία τούτων, καθάπερ τινές φασιν, οὐ διατείνει μέχρι τούτου. ἀναγκαῖον οὖν δύο τοὐλάχιστον γνώσεις ὑπάρχειν τῷ μέλλοντι διαγνώσεσθαι τὸ τ᾽ οἰκεῖον καὶ τὸ ἀλλότριον: πρῶτον μὲν τοῦ ἤθους, οὗ ἕνεκα [p. 521] σύνθεσις γεγένηται: ἔπειτα τούτων, ἐξ ὧν σύνθεσις. ὅτι μὲν οὖν οὔθ᾽ ἁρμονικὴ οὔθ᾽ ῥυθμικὴ οὔτ᾽ ἄλλη οὐδεμία τῶν καθ᾽ ἓν μέρος λεγομένων αὐτάρκης αὐτὴ καθ᾽ αὑτὴν τοῦ ἤθους εἶναι καὶ γνωστικὴ καὶ τῶν ἄλλων κριτική, ἀρκέσει τὰ εἰρημένα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: