Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘τὸ δὲ τὰ τοιαῦτα λέγειν τε καὶ ὑπολαμβάνειν,
οὐ μόνον τοῖς φαινομένοις ἐναντιουμένων
ἐστὶν ἀλλὰ καὶ αὑτοῖς μαχομένων. χρώμενοι γὰρ
[p. 526] αὐτοὶ τοιαύταις τετραχόρδων μάλιστα φαίνονται διαιρέσεσιν,
ἐν αἷς τὰ πολλὰ τῶν διαστημάτων ἤτοι
περιττά ἐστιν ἢ ἄλογα: μαλάττουσι γὰρ ἀεὶ τάς τε λιχανοὺς καὶ τὰς παρανήτας: ἤδη δὲ καὶ τῶν ἑστώτων
τινὰς παρανιᾶσι φθόγγων, ἀλόγῳ τινὶ διαστήματι
προσανιέντες αὐτοῖς τάς τε τρίτας καὶ τὰς παρανήτας: καὶ τὴν τοιαύτην εὐδοκιμεῖν μάλιστά πως οἴονται τῶν συστημάτων χρῆσιν, ἐν τὰ πολλὰ
τῶν διαστημάτων ἐστὶν ἄλογα οὐ μόνον τῶν κινεῖσθαι
πεφυκότων φθόγγων, ἀλλὰ καί τινων ἀκινήτων ἀνιεμένων, ὥς ἐστι δῆλον τοῖς αἰσθάνεσθαι τῶν τοιούτων δυναμένοις.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.