previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

χρῆσιν δὲ μουσικῆς προσήκουσαν ἀνδρὶ καλὸς Ὅμηρος ἐδίδαξε δηλῶν γάρ, ὅτι μουσικὴ πολλαχοῦ χρησίμη, τὸν Ἀχιλλέα πεποίηκε τὴν ὀργὴν πέττοντα τὴν πρὸς τὸν Ἀγαμέμνονα διὰ μουσικῆς ἧς ἔμαθε παρὰ τοῦ σοφωτάτου Χείρωνος:
τὸν δ᾽ εὗρονφησίφρένα τερπόμενον φόρμιγγι λιγείῃ,
καλῇ δαιδαλέῃ: ἐπὶ δ᾽ ἀργύρεον ζυγὸν
τὴν ἄρετ᾽ ἐξ ἐνάρων πόλιν Ἠετίωνος ὀλέσσας,
τῇ ὅγε θυμὸν ἔτερπεν, ἄειδε δ᾽ ἄρα κλέα ἀνδρῶν.
μάθε, φησὶν Ὅμηρος, πῶς δεῖ μουσικῇ χρῆσθαι: κλέα γὰρ ἀνδρῶν ᾁδειν καὶ πράξεις ἡμιθέων ἔπρεπεν : Ἀχιλλεῖ τῷ Πηλέως τοῦ δικαιοτάτου. ἔτι δὲ καὶ τὸν καιρὸν τῆς χρήσεως τὸν ἁρμόττοντα διδάσκων [p. 527] Ὅμηρος ἀργοῦντι γυμνάσιον ἐξεῦρεν ὠφέλιμον καὶ ἡδύ: πολεμικὸς γὰρ ὢν καὶ πρακτικὸς Ἀχιλλεὺς διὰ τὴν γενομένην αὐτῷ πρὸς τὸν Ἀγαμέμνονα μῆνιν οὐ μετεῖχε τῶν κατὰ τὸν πόλεμον κινδύνων ᾠήθη οὖν Ὅμηρος πρέπον εἶναι τὴν ψυχὴν τοῖς καλλίστοις τῶν μελῶν παραθήγειν τὸν ἥρωα, ἵν᾽ ἐπὶ τὴν μετὰ μικρὸν αὐτῷ γενησομένην ἔξοδον παρεσκευασμένος τοῦτο δ᾽ ἐποίει δηλονότι μνημονεύων τῶν πάλαι πράξεων. τοιαύτη ἦν ἀρχαία μουσικὴ καὶ εἰς τοῦτο χρησίμη. Ἡρακλέα τε γὰρ ἀκούομεν κεχρημένον μουσικῇ καὶ Ἀχιλλέα καὶ πολλοὺς ἄλλους, ὧν παιδευτὴς σοφώτατος Χείρων παραδέδοται, μουσικῆς τε ἅμα ὢν καὶ δικαιοσύνης καὶ ἰατρικῆς διδάσκαλος.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: