Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ οἱ παλαιοὶ δὲ πάντες οὐκ ἀπείρως
ἔχοντες πασῶν τῶν ἁρμονιῶν ἐνίαις ἐχρήσαντο: οὐ γὰρ ἡ ἄγνοια τῆς τοιαύτης στενοχωρίας; καὶ ὀλιγοχορδίας
αὐτοῖς αἰτία γεγένηται: οὐδὲ δι᾽ ἄγνοιαν
οἱ περὶ Ὄλυμπον καὶ Τέρπανδρον καὶ οἱ ἀκολουθήσαντες
τῇ τούτων προαιρέσει περιεῖλον τὴν πολυχορδίαν
τε καὶ ποικιλίαν. μαρτυρεῖ γοῦν τὰ Ὀλύμπου
τε καὶ Τερπάνδρου ποιήματα καὶ τῶν τούτοις ὁμοιοτρόπων πάντων: ἀλιγόχορδα γὰρ ὄντα καὶ ἁπλᾶ διαφέρει τῶν ποικίλων καὶ πολυχόρδων, ὡς μηδένα δύνασθαι μιμήσασθαι τὸν Ὀλύμπου τρόπον,
ὑστερίζειν δὲ τούτου τοὺς ἐν τῷ πολυχόρδῳ τε καὶ πολυτρόπῳ καταγιγνομένους
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.