previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐθαυμάσθη μὲν οὖν Σωτήριχος ἐπὶ τοῖς λεχθεῖσι, καὶ γὰρ ἐνέφαινε διὰ τοῦ προσώπου καὶ τῆς φωνῆς τὴν περὶ μουσικὴν σπουδήν. δ᾽ ἐμὸς [p. 529] διδάσκαλοςμετὰ τῶν ἄλλωνἔφηκαὶ τοῦτ᾽ ἀποδέχομαι ἑκατέρου ὑμῶν, ὅτι τὴν τάξιν ἑκάτερος τὴν αὐτὸς αὑτοῦ ἐφύλαξεν μὲν γὰρ Λυσίας, ὅσα μόνον χειρουργοῦντι κιθαρῳδῷ προσῆκεν εἰδέναι, τούτοις ἡμᾶς εἱστίασεν δὲ Σωτήριχος, ὅσα καὶ πρὸς ὠφέλειαν καὶ πρὸς θεωρίαν, ἀλλὰ γὰρ καὶ δύναμιν καὶ χρῆσιν μουσικῆς συντείνει, διδάσκων ἡμᾶς ἐπεδαψιλεύσατο. ἐκεῖνο δ᾽ οἶμαι ἑκόντας αὐτοὺς ἐμοὶ καταλελοιπέναι: οὐ γὰρ καταγνώσομαι αὐτῶν δειλίαν, ὡς αἰσχυνθέντων κατασπᾶν μουσικὴν εἰς τὰ συσσίτια: εἰ γάρ που καὶ χρησίμη καὶ παρὰ πότον, καλὸς Ὅμηρος ἀπέφηνεμολπήγάρ πού φησιν
ὀρχηστύς τε, τὰ γάρ τ᾽ ἀναθήματα δαιτός.
καί μοι μηδεὶς ὑπολαβέτω, ὅτι πρός τέρψιν μόνον χρησίμην ᾠήθη μουσικὴν Ὅμηρος διὰ τούτων. ἀλλὰ γὰρ βαθύτερός ἐστι νοῦς ἐγκεκρυμμένος τοῖς ἔπεσιν εἰς γὰρ ὠφέλειαν καὶ βοήθειαν τὴν μεγίστην αὐτοῖς καιροῖς παρέβαλε μουσικήν, λέγω δ᾽ εἰς τὰ δεῖπνα καὶ τὰς συνουσίας τῶν ἀρχαίων συνέβαινε γὰρ εἰσάγεσθαι μουσικήν, ὡς ἱκανὴν ἀντισπᾶν καὶ πραΰνειν τὴν τοῦ οἴνου ὑπόθερμον δύναμιν, καθάπερ πού φησι καὶ ὑμέτερος Ἀριστόξενος ἐκεῖνος γὰρ ἔλεγεν εἰσάγεσθαι μουσικήν, παρ᾽ ὅσον μὲν οἶνος σφάλλειν πέφυκε τῶν ἅδην αὐτῷ χρησαμένων τὰ τε σώματα καὶ τὰς διανοίας: δὲ μουσικὴ τῇ περὶ [p. 530] αὑτὴν τάξει τε καὶ συμμετρίᾳ εἰς τὴν ἐναντίαν κατάστασιν ἄγει τε καὶ πραΰνει. παρὰ τοῦτον οὖν τὸν καιρὸν ὡς βοηθήματι τῇ μουσικῇ τοὺς ἀρχαίους φησὶ κεχρῆσθαι Ὅμηρος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: