Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ἀλλὰ δὴ καὶ τὸ μέγιστον ὑμῖν, ὦ ἑταῖροι, καὶ μάλιστα σεμνοτάτην ἀποφαῖνον μουσικὴν παραλέλειπται. τὴν γὰρ τῶν ὄντων φορὰν καὶ τὴν τῶν ἀστέρων κίνησιν οἱ περὶ Πυθαγόραν καὶ Ἀρχύταν καὶ Πλάτωνα καὶ οἱ λοιποὶ τῶν ἀρχαίων φιλοσόφων
οὐκ ἄνευ μουσικῆς γίγνεσθαι καὶ συνεστάναι ἔφασκον πάντα γὰρ καθ᾽ ἁρμονίαν ὑπὸ τοῦ θεοῦ κατεσκευάσθαι φασίν. ἄκαιρον δ᾽ ἂν εἴη νῦν ἐπεκτείνειν τοὺς περὶ τούτου λόγους: ἀνώτατον δὲ καὶ μουσικώτατον
τὸ παντὶ τὸ προσῆκον μέτρον ἐπιτιθέναι.’
ταῦτ᾽ εἰπὼν ἐπαιώνισε, καὶ σπείσας τῷ Κρόνῳ καὶ τοῖς τούτου παισὶ σὺν θεοῖς πᾶσι καὶ Μούσαις ἀπέλυσε τοὺς ἑστιωμένους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.