previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σωτήριχος δὲ μετὰ τοῦτον ὧδέ πως ἔφη: ‘ὑπὲρ σεμνοῦ ἐπιτηδεύματος καὶ θεοῖς μάλιστα ἀρέσκοντος, ὠγαθὲ Ὀνησίκρατες, τοὺς λόγους ἡμᾶς προετρέψω ποιήσασθαι. ἀποδέχομαι μὲν οὖν τῆς συνέσεως τὸν διδάσκαλον Λυσίαν ἀλλὰ μὴν καὶ τῆς μνήμης ἣν ἐπεδείξατο περί τε τοὺς εὑρετὰς τῆς πρώτης μουσικῆς καὶ περὶ τοὺς τὰ τοιαῦτα συγγεγραφότας: ὑπομνήσω δὲ τοῦθ᾽, ὅτι τοῖς ἀναγεγραμμένοις μόνοις κατακολουθήσας πεποίηται τὴν [p. 500] δεῖξιν. ἡμεῖς δ᾽ οὐκ ἄνθρωπόν τινα παρελάβομεν εὑρετὴν τῶν τῆς μουσικῆς ἀγαθῶν, ἀλλὰ τὸν πάσαις ταῖς ἀρεταῖς κεκοσμημένον θεὸν Ἀπόλλωνα. οὐτε γὰρ Μαρσύου Ὀλύμπου Ὑάγνιδος, ὥς τινες οἴονται, εὕρημα αὐλός: οὐ μόνη δὲ κιθάρα Ἀπόλλωνος, ἀλλὰ καὶ αὐλητικῆς καὶ κιθαριστικῆς εὑρετὴς θεός. δῆλον δ᾽ ἐκ τῶν χορῶν καὶ τῶν θυσιῶν, ἃς προσῆγον μετ᾽ αὐλῶν τῷ θεῷ: καθάπερ ἄλλοι τε καὶ Ἀλκαῖος ἔν τινι τῶν ὕμνων ἱστορεῖ. καὶ ἐν Δήλῳ δὲ τοῦ ἀγάλματος αὐτοῦ ἀφίδρυσις ἔχει ἐν μὲν τῇ δεξιᾷ τόξον, ἐν δὲ τῇ ἀριστερᾷ Χάριτας, τῶν τῆς μουσικῆς ὀργάνων ἑκάστην τι ἔχουσαν: μὲν γὰρ λύραν κρατεῖ δ᾽ αὐλοὺς δ᾽ ἐν μέσῳ προσκειμένην ἔχει τῷ στόματι σύριγγα ὅτι δ᾽ οὗτος οὐκ ἐμὸς λόγος, Ἀντικλῆς καὶ Ἴστρος ἐν ταῖς Ἐπιφανείαις περὶ τούτων ἀφηγήσαντο. οὕτω δὲ παλαιόν ἐστι τὸ ἀφίδρυμα, τοῦτο, ὥστε τοὺς ἐργασαμένους αὐτὸ τῶν καθ᾽ Ἡρακλέα Μερόπων φασὶν εἶναι. ἀλλὰ μὴν καὶ τῷ κατακομίζοντι παιδὶ τὴν Τεμπικὴν δάφνην εἰς Δελφοὺς παρομαρτεῖ αὐλητής: καὶ τὰ ἐξ Ὑπερβορέων δ᾽ ἱερὰ μετ᾽ αὐλῶν καὶ συρίγγων καὶ κιθάρας εἰς τὴν Δῆλόν φασι τὸ παλαιὸν στέλλεσθαι. ἄλλοι δὲ καὶ αὐτὸν τὸν θεόν φασιν αὐλῆσαι, καθάπερ ἱστορεῖ ἄριστος μελῶν ποιητὴς Ἀλκμάν: δὲ Κόριννα καὶ διδαχθῆναί φησι τὸν Ἀπόλλω ὑπ᾽ Ἀθηνᾶς αὐλεῖν. σεμνὴ οὖν κατὰ πάντα μουσική, θεῶν εὕρημα οὖσα.’ [p. 501]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: