hadrianus imperator
τινος ἡμιξήρου πρὸς Ἁδριανὸν τὸν βασιλέαἥμισύ μου τέθνηκε, τὸ δ᾽ ἥμισυ λιμὸς ἐλέγχει:
σῶσόν μου, βασιλεῦ, μουσικὸν ἡμίτονον.
πρὸς ὃν ὁ βασιλεὺς Ἁδριανὸς ἀπεκρίνατο
ἀμφοτέρους ἀδικεῖς καὶ Πλουτέα καὶ Φαέθοντα:
τὸν μὲν ἔτ᾽ εἰσορόων, τοῦ δ᾽ ἀπολειπόμενος.