antipater
ποῦ τὸ περίβλεπτον κάλλος σέο, Δωρὶ Κόρινθε;
ποῦ στεφάναι πύργων, ποῦ τὰ πάλαι κτέανα,
ποῦ νηοὶ μακάρων, ποῦ δώματα, ποῦ δὲ δάμαρτες
Σισύφιαι, λαῶν θ᾽ αἱ ποτε μυριάδες;
οὐδὲ γὰρ οὐδ᾽ ἴχνος, πολυκάμμορε, σεῖο λέλειπται,
πάντα δὲ συμμάρψας ἐξέφαγεν πόλεμος.
μοῦναι ἀπόρθητοι Νηρηίδες, Ὠκεανοῖο
κοῦραι, σῶν ἀχέων μίμνομεν ἁλκυόνες.