bianor
Ἀκταίην παρὰ θῖνα διαυγέος ἔνδοθεν ἅλμας
ἰχθύα πουλυπόδην ἔδρακεν ἰχθυβόλος:
νηχομένῳ δ᾽ ἐπόρουσε καὶ ἐξ ἁλὸς ἧκ᾽ ἐπὶ χέρσον
ἁρπάγδην, ἄγρης δεσμὸν ὑποφθάμενος.
αὐτὰρ ὁ δισκηθεὶς κατακαίριος ἔμπεσε δειλῷ
πτωκὶ ταχύς: σχοίνῳ κεῖτο γὰρ ὑπναλέος.
τὸν δὲ χυθεὶς περὶ πάντα πεδήσατο, φωτὶ δ᾽ ὑπ᾽ ἄγρης
ἐμβυθίης ἄγρη χερσόθεν ἠντίασε:.