apollonides
ἡ Καθαρὴ ῾ Νύμφαι γὰρ ἐπώνυμον ἔξοχον ἄλλων
κρήνῃ πασάων δῶκαν ἐμοὶ λιβάδων᾽,
ληιστὴς ὅτε μοι παρακλίντορας ἔκτανεν ἄνδρας,
καὶ φονίην ἱεροῖς ὕδασι λοῦσε χέρα,
κεῖνον ἀναστρέψασα γλυκὺν ῥόον, οὐκέθ᾽ ὁδίταις
βλύζω: τίς γὰρ ἐρεῖ τὴν Καθαρὴν ἔτι με;