leonidas
ὦ τάνδε στείχοντες ἀταρπιτόν, αἴτε ποτ᾽ ἀγροὺς
δαμόθεν, αἴτ᾽ ἀπ᾽ ἀγρῶν νεῖσθε ποτ᾽ ἀκρόπολιν,
ἄμμες ὅρων φύλακες, δισσοὶ θεοί, ὧν ὁ μέν, Ἑρμᾶς,
οἷον ὁρῇς μ᾽, οὗτος δ᾽ ἅτερος, Ἡρακλέης:
ἄμφω μὲν θνατοῖς εὐάκοοι, ἀλλὰ ποθ᾽ αὑτούς —
αἰ ξύνᾷ παραθῇς ἀχράδας, ἐγκέκαφεν
ναὶ μὰν ὡσαύτως τοὺς βότρυας, αἴτε πέλονται
ὥριμοι, αἴτε χύδαν ὄμφακες, εὐτρέπικεν.
μισέω τὰν μετοχάν, οὐδ᾽ ἥδομαι: ἀλλ᾽ ὁ φέρων τι,
ἀμφίς, μὴ κοινᾷ, τοῖς δυσὶ παρτιθέτω,
καὶ λεγέτω: ‘ τὶν τοῦθ᾽, Ἡράκλεες:’ ἄλλοτε,
τοῦτοκαὶ λύοι τὰν ἔριν ἀμφοτέρων.
Ἑρμᾷ: